Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χρὴ δὲ ταῖς προσενεχθείσαις χελώναις ἐπιχεῖν
πίσσαν καὶ στυππεῖον καὶ θεῖον ἐπιβάλλειν,
ἔπειτα φλογωθέντα φάκελλον καὶ ἐξάψαντα ἐπαφιέναι
σχοίνῳ ἐπὶ τὴν χελώνην. τὰ δὲ τοιαῦτα
προτεινόμενα ἀπὸ τοῦ τείχους ἐπιβάλλεται τοῖς
προσαγομένοις μηχανήμασι. πιμπράναι χρὴ ταῦτα
ὧδε.