Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[8]
ἐκομίσθη δὲ ἐπιστολὴ περὶ προδοσίας
εἰς στρατόπεδον ἀντικαθημένων πολεμίων ὑπὸ
τοῦ προδιδόντος ὧδε. τῶν ἐξιόντων ἱππέων ἐκ
τῆς πόλεως εἰς προνομὴν τῶν πολεμίων ἑνὶ ἐγκατερράφη
ὑπὸ τὰ πτερύγια τοῦ θώρακος βιβλίον:
ᾧ ἐντέταλτο, ἐάν τις ἐπιφάνεια τῶν πολεμίων
γένηται, πεσεῖν ἀπὸ τοῦ ἵππου ὡς ἄκοντα καὶ
ζωγρηθῆναι. καὶ γενομένου δ̓ ἐν τῷ στρατοπέδῳ
ἀποδοθῆναι τὸ βυβλίον ᾧ ἔδει. ὑπηρέτησεν
δ̓ ὁ ἱππεὺς ἀδελφὸς ἀδελφῷ.