Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
ὀλίγα
δ̓ ἄν τις θέλων ἐπιστεῖλαι καὶ ὧδε ποιήσαι,
[p. 156]
παρόμοιον τούτῳ. ἐπιστολὴν γράψαντα περί
τινων φανερῶς ἐν πλείοσιν, ἐν ταύτῃ τῇ ἐπιστολῇ
τὸ αὐτὸ ποιεῖν ἐπισημαινόμενον γράμματα, δἰ
ὅτων ἐμφανιεῖς ἅπερ ἂν βούλῃ. τὴν δὲ ἐπισημασίαν
εἶναι ὡς ἀδηλοτάτην ἐπιστιγμαῖς διὰ
πολλοῦ ἢ γραμμαῖς παραμήκεσιν. ἃ τοῖς μὲν
ἄλλοις μηδεμίαν ὑπόνοιαν ἕξει, τῷ δὲ πεμπομένῳ
γνωστὴ ἔσται ἡ ἐπιστολή...