Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[27]
ἐγένετο δὲ
καταφανὴς ὁ Τιμόξενος προδιδοὺς τὴν Ποτίδαιαν:
τοξεύων γὰρ ὁ Ἀρτάβαζος εἰς τὸ προσυγκείμενον,
ἁμαρτὼν τοῦ χωρίου διὰ πνεῦμα καὶ φαύλην
[p. 170]
πτέρωσιν, βάλλει ἀνδρὸς Ποτιδαιάτου τὸν ὦμον,
τὸν δὲ βληθέντα περιέδραμεν ὄχλος, οἷα φιλεῖ
γίγνεσθαι ἐν τῷ πολέμῳ: αὐτίκα δὲ τὸ τόξευμα
λαβόντες ἔφερον ἐπὶ τοὺς στρατηγούς, καὶ οὕτως
καταφανὴς ἐγένετο ἡ πρᾶξις.