Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[19]
ὥσπερ ὃ ἄρτι ἐθέμεθα ὄνομα. ἔσται οὖν περὶ
τὸν ἀστράγαλον ἀγαθὶς λίνου τετολοπευμένη,
δεήσει δὲ τὸν ἀναγιγνώσκοντα ἀναγράφεσθαι
εἰς δέλτον τὰ δηλούμενα γράμματα ἐκ τῶν τρυπημάτων.
ἀνάπαλιν δὲ γίγνεται ἡ ἔξερσις τῇ
[p. 166]
ἐνέρσει. διαφέρει δὲ οὐδὲν τὰ γράμματα ἀνάπαλιν
γραφῆναι εἰς τὴν δέλτον: οὐδὲν γὰρ ἧττον
γνωσθήσεται. καταμαθεῖν δὲ πλεῖον ἔργον ἐστὶν
τὰ γεγραμμένα ἢ τὸ ἔργον αὐτὸ γενέσθαι.