Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
τὸ δ̓ ὅλον μὴ ἀνοίγεσθαι πρωὶ πύλας ἀπροσκέπτως
ἀλλ̓ ὀψιαίτερον, ἔξω τε μηδένα ἀφίεσθαι
πρὶν ἢ ἐξερευνῆσαι τὰ περὶ τὴν πόλιν: ἔτι τε
μηδὲ πλοῖα κατὰ ταύτας ὁρμίζεσθαι ἀλλ̓
[p. 146]
ἀπωτέρω, ὡς ἤδη γε καὶ ἡμέρας πολλαὶ πράξεις
ἀνοιχθεισῶν ἀμφοτέρων πυλῶν γεγόνασιν ἐπὶ
τεχνασμάτων καὶ προφάσεων τοιῶνδε: γνωσθήσεται
δὲ ἐφ̓ ἑνὸς ἔργου πολλὰ παραπλησίως
τούτῳ πραχθέντα.