Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[9]
Προφυλάσσοιέν τ̓ ἂν ἐκ τῶν ἐπὶ τῷ τείχει
φυλακίων προφύλακες ὧδε. ἐξ ἑκάστου γὰρ
φυλακίου καθ̓ ἑκάστην φυλακὴν προφυλασσόντων
εἷς ἀνὴρ ἐπὶ τὸ ἐχόμενον φυλάκιον,
καὶ ἀπ̓ ἐκείνου ἄλλος εἰς τὸ ἐχόμενον, καὶ ἀπὸ
[p. 110]
τῶν ἄλλων ἄλλοι εἰς τὰ ἄλλα: παρηγγέλθω δὲ
ποιεῖν ἁπαξάπαντας τοῦτο ἀπὸ συσσήμων.