Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[29]
ὃς δ̓ ἂν φυλακῆς αὐτῷ οὔσης μὴ παρῇ εἰς τὸ
τεταγμένον, ὁ λοχαγὸς αὐτοῦ παραχρῆμα τὴν
φυλακὴν ἀποδόσθω, ὁπόσον δἂν εὑρίσκῃ, καὶ
καταστησάτω ὅστις ὑπὲρ αὐτοῦ φυλάξει. ἔπειτα
ὁ πρόξενος ἐξ αὐτῆς ἀποδιδότω τῷ πριαμένῳ τὴν
φυλακήν, ὁ δὲ ταξίαρχος αὐτὸν τῇ ὑστεραίᾳ ζημιούτω
τῇ νομιζομένῃ ζημίᾳ.