Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[14]
ἀλλὰ μᾶλλον εἰς τὸν σιγώμενον τόπον. ἄριστον
δ̓ ἐν τοιαύταις νυξὶν ἔξω τοῦ τείχεος κύνας
[p. 112]
προσδεδέσθαι νυκτερεύοντας, οἵπερ ἐκ πλείονος
ἐμφανιοῦσιν τὸν ἐκ τῶν πολεμίων κατάσκοπον
ἢ αὐτόμολον προσπελάζοντα τῇ πόλει λαθραίως
ἤ πῃ ὁρμώμενον αὐτομολοῦντα: ἅμα δὲ καὶ τὸν
φύλακα, ἐὰν τύχῃ καθεύδων, ἐγείρουσι διὰ τὸν ὑλαγμόν.