Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[8]
διὰ οὖν τὰ πρότερα εἰρημένα λυσιτελεῖ
ποτε ἐφεῖναι καὶ ἐᾶσαι τοὺς πολεμίους ὡς πλείστην
κατασῦραι τῆς χώρας, ἵνα δὴ λεηλατοῦντες καὶ
διαπεπληρωμένοι λαφύρων ῥᾳδίως σοι τὴν δίκην
δώσουσιν: τά τε γὰρ ληφθέντα πάντ̓ ἂν σῴζοιτο,
οἵ τ̓ ἀδικήσαντες κατ̓ ἀξίαν λάβοιεν τὰ ἐπιτίμια.