Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Διαπρίοντα δὲ μοχλὸν ἔλαιον ἐπιχεῖν: θᾶσσον
γὰρ καὶ ἀψοφητὶ μᾶλλον πρισθήσεται. ἐὰν δὲ
καὶ σπόγγος ἐπί τε τὸν πρίονα καὶ τὸν μοχλὸν
ἐπιδεθῇ, πολλῷ κωφότερος ὁ ψόφος ἔσται.
πολλὰ δ̓ ἄν τις καὶ ἄλλα ὁμότροπα τούτοις γράψαι.
ἀλλὰ ταῦτα μὲν παρετέον.