Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
πολεμοῦντα οὖν χρὴ
[p. 40]
καὶ ἐγγὺς ὄντων τῶν πολεμίων, πρῶτον μὲν τὰ
ἀποστελλόμενα ἐκ τῆς πόλεως κατὰ γῆν ἢ κατὰ
θάλατταν ἐπί τινα πρᾶξιν πρὸς τοὺς ὑπομένοντας
μετὰ συσσήμων ἀποστέλλεσθαι καὶ ἡμερινῶν καὶ
νυκτερινῶν, ἵνα μὴ ἀγνοῶσι πολεμίων αὐτοῖς
ἐπιφαινομένων, εἰ φίλιοι ἢ πολέμιοί εἰσιν: