previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἐπικουρητικά

Ἐν δὲ ταῖς προσβολαῖς τῶν πολεμίων πρὸς τὸ τεῖχος μηχανήμασιν καὶ σώμασι χρὴ διατετάχθαι τοὺς ἐν τῇ πόλει μαχομένους τρία μέρη, ὅπως οἱ μὲν μάχωνται, οἱ δὲ ἀναπαύωνται, οἱ δὲ παρασκευάζωνται, καὶ νεοκμῆτες ἀεὶ ἐπὶ τοῦ τείχους ὦσιν. [2] δεῖ δέ τινας καὶ ἄλλους ἐπιλελεγμένους πλήθει πλείονι μετὰ τοῦ στρατηγοῦ ξυμπεριιέναι κύκλῳ τὸ τεῖχος, ἐπικουροῦντας ἀεί τινι πονουμένῳ μέρει: τὸ γὰρ ἐπιὸν μᾶλλον οἱ πολέμιοι φοβοῦνται τοῦ ὑπάρχοντος καὶ παρόντος ἤδη. τάς τε κύνας δεσμεῖν τὸν καιρὸν τοῦτον: [3] μετὰ γὰρ ὅπλων καὶ θορύβου τῶν ἀνθρώπων τρεχόντων κατὰ τὴν πόλιν δἰ [p. 190] ἀήθειαν ὁρμῶσαι αἱ κύνες ὀχλοῖεν ἂν προσκείμεναι. [4] Τοῖς τε ἐπὶ τῷ τείχει μαχομένοις παραινεῖν οἷα ἑκάστῳ δεῖ, τοὺς μὲν ἐπαινοῦντα, τῶν δὲ δεόμενον: ὀργῇ δὲ μηδένα μετιέναι μηδὲ τῶν τυχόντων ἀνθρώπων: [5] ἀθυμότεροι γὰρ εἶεν ἄν. εἰ δέ τινας δεῖ μετιέναι ἀμελοῦντας καὶ ἀκοσμοῦντας, τοὺς τὰ πλεῖστα κεκτημένους καὶ ἐν τῇ πόλει δυνάμεως μάλιστα μετέχοντας: εἴη γὰρ ἄν τι τοιοῦτο καὶ τοῖς ἄλλοις παράδειγμα. ἐν οἷς καιροῖς ἕκαστα τούτων δεῖ παρεῖναι, ἐν τοῖς Ἀκούσμασι γέγραπται. [6] χερμάδια δὲ μὴ ἐπιτρέπειν ἀκαίρως ἀφιέναι, παρεσκευάσθαι δὲ ὅπως καὶ τὰ ἀφεθέντα ἐν τῇ ἡμέρᾳ ἐν νυκτὶ ἀναλέγηται ὧδε. [7] κατακρεμαννύειν χρὴ ἐν κοφίνοις ἄνδρας κατὰ τοῦ τείχεος οἵτινες ἀναλέξουσιν: τοὺς δὲ ἄνδρας χρὴ τοὺς ἀναλέξαντας τὰ χερμάδια ἀναβαίνειν εἰς τὸ τεῖχος, κατακρεμασθέντων δικτύων συείων ἐλαφείων ταῖς ἐκ τῶν σχοινίων κλίμαξι πεποιημέναις. [8] ταύτας δ̓ ἴσας εἶναι τὸν ἀριθμὸν τοῖς ἀναλέγουσιν ἀνθρώποις, ὅπως, ἐάν τινες πονῶσιν, ταχὺ ἀναβαίνωσιν: πύλας γὰρ μὴ ἀνοίγεσθαι νυκτός, ἀλλὰ ταῖς τοιαύταις κλίμαξι χρῆσθαι καὶ ἄν τινα βούλησθε. [p. 192]

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: