previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ὑπορυσσόντων γνῶσις καὶ κώλυσις

Τοὺς δὲ ὑπορύσσοντας ὧδε κωλύειν. ἐὰν δοκῇς ὑπορύσσεσθαι, ὡς βαθυτάτην ἐκτὸς χρὴ τὴν τάφρον ὀρύσσεσθαι, ὅπως εἰς τὴν τάφρον τὸ ὑπόρυγμα ἀφίκηται καὶ οἱ ὑπορύσσοντες ὀφθῶσιν. [2] ἐὰν δέ σοι ὑπάρχῃ, καὶ τειχίον τειχίσαι εἰς αὐτὴν ὡς ἰσχυροτάτων καὶ μεγίστων λίθων. ἐὰν δὲ μὴ ὑπάρχῃ τειχίσαι λίθοις, [3] ξύλων φορυτὸν κομίσαντα ... ἂν δὲ τὰ ὑπορύγματα τῆς τάφρου πῃ προσπέσῃ, ταύτῃ ἐπιβάλλοντα ξύλα καὶ τὸν φορυτὸν ἐμπρῆσαι καὶ τὰ ἄλλα κατασκεπάσαι, ὅπως καπνὸς εἰς τὸ διόρυγμα πορεύσηται καὶ κακῶς ποιήσῃ τοὺς ἐν τῷ ὀρύγματι [p. 186] ὄντας: ἐνδέχεται δὲ καὶ πολλοὺς ἀπολέσθαι αὐτῶν ὑπὸ τοῦ καπνοῦ. [4] ἤδη δέ τινες καὶ σφῆκας καὶ μελίσσας εἰς τὸ διόρυγμα ἀφέντες ἐλυμήναντο τοὺς ἐν τῷ ὀρύγματι ὄντας. [5] χρὴ δὲ ἁπλῶς εἰπεῖν καθ̓ ὅν τινα τόπον ὀρύσσουσιν ἀνθυπορύσσειν καὶ ἀντιοῦσθαι καὶ ἐμπιμπράναι ... [6] τὸ ἐν τῷ ὀρύγματι μαχόμενον. παλαιὸν δέ τι λέγεται ... Ἄμασιν Βαρκαίους πολιορκοῦντα, ἐπεὶ ἐπεχείρει ὀρύσσειν. οἱ δὲ Βαρκαῖοι αἰσθόμενοι τὸ ἐπιχείρημα τοῦ Ἀμάσιδος, ἠποροῦντο μὴ λάθῃ φθάσῃ, ἔπειτα ἀνὴρ χαλκεὺς ἀνεῦρεν ἐνθυμήσας: ἀσπίδος χάλκωμα περιφέρων ἐντὸς τοῦ τείχεος ἐπάνω προσίσχεν πρὸς τὸ δάπεδον. [7] τῇ μὲν δὴ ἄλλῃ κωφὰ ἦν πρὸς προσίσχοι τὸ χάλκωμα: δὲ ὑπωρύσσετο, ἀντήχει. ἀντορύσσοντες οὖν οἱ Βαρκαῖοι ταύτῃ, ἀπέκτειναν πολλοὺς τῶν ὑπορυσσόντων. ὅθεν καὶ νῦν χρῶνται τούτῳ τῷ ἐνθυμήματι γνωρίζοντες ὑπορύσσεται. [8] Καὶ οἷς μὲν προσήκει τὰ ἐκ τῶν ἐναντίων τεχνάσματα καταντῶντα ἀμύνειν δεδήλωται: τοῖς δὲ ὑπορύσσειν μέλλουσιν ὧδ̓ ἂν γένοιτο ἰσχυρότατον φράγμα. [9] χρὴ δύο ἁμαξῶν τοὺς ῥυμοὺς εἰς τὸ αὐτὸ δῆσαι, συμπετάσαντα κατὰ τὸ [p. 188] ἕτερον μέρος τῆς ἁμάξης, ὅπως μετεωρισθῶσιν οἱ ῥυμοὶ εἰς τὸ αὐτὸ νεύοντες: ἔπειτα οὕτως ἐπισυνδεῖν ἄλλα ξύλα καὶ ῥίπους καὶ ἄλλα φράγματα ἐπάνω, ταῦτα δὲ πηλῷ καταλεῖψαι. ἔσται οὖν τοῦτο καὶ προσαγαγεῖν ὅπου βούλει τοὺς τροχοὺς καὶ ἀπαγαγεῖν, ὑπὸ δὲ τούτῳ τῷ φράγματι τοὺς ὑπορύσσοντας εἶναι.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: