previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Δολεύματα

Χρὴ δὲ πολιορκουμένους καὶ τὰ τοιαῦτα τεχνάζειν. ἐν ταῖς πύλαις καὶ εἰς τὸ ἔσω μᾶλλον μέρος ὀρύξαντα τάφρον ἔνθεν καὶ ἔνθεν πάροδον λιπόντα, ἔπειτα ἐπεξελθόντας τινὰς ἀκροβολίζεσθαι καὶ προάγειν τῶν πολεμίων ὥστε συνεισδραμεῖν εἰς τὴν πόλιν. [2] τοὺς μὲν οὖν ἐκ τῆς πόλεως καταφεύγοντας εἰς τὴν πόλιν χρὴ ἔνθεν καὶ ἔνθεν παρὰ τὰς λελειμμένας παρόδους εἰστρέχειν: τοὺς δὲ τῶν πολεμίων συνειστρέχοντας εἰκός ἐστι, μὴ προειδότας τὴν τάφρον, ἅμα τε καὶ κεκρυμμένης οὔσης, εἰσπίπτειν καὶ φθείρεσθαι ὑπὸ τῶν ἔσω τῆς πόλεως ἐν τῷ καιρῷ τούτῳ: τούτων δ̓ εἶναι συντεταγμένους τινὰς ἐν ταῖς διόδοις καὶ πρὸς τοῖς ὀρύγμασι τῶν πυλῶν χώραις. [3] ἐὰν δὲ πλείονες τῶν πολεμίων ἐπεισφέρωνται καὶ βούλῃ αὐτοὺς κατέχειν, χρὴ ἡτοιμάσθαι ἄνωθεν ἀπὸ τοῦ μεσοπύλου πύλην ξύλων ὡς παχυτάτων καὶ σεσιδηρῶσθαι αὐτήν. [4] ὅταν οὖν βούλῃ ἀπολαβεῖν τοὺς εἰστρέχοντας πολεμίους, ταύτην ἀφιέναι ὀρθήν: καὶ αὐτή τέ τινας πύλη φερομένη διαφθερεῖ καὶ τοὺς πολεμίους σχήσει μὴ εἰσιέναι, ἅμα δὲ καὶ τῶν ἐπὶ τῷ τείχει βαλλόντων τοὺς πρὸς ταῖς πύλαις πολεμίους. [5] χρὴ δὲ τοῖς φίλοις ἀεὶ προειρῆσθαι, ἐάν ποτε αὐτοῖς πολέμιοι [p. 194] συνεισπίπτωσιν, ὅπῃ τῆς πόλεως συναθροισθήσονται, ὅπως τῷ τόπῳ οἱ φίλοι διαγιγνώσκωνται: οὐ γὰρ ῥᾴδιον μιγάδας τε ὄντας μεθ̓ ὅπλων καὶ μετὰ θορύβων συνεισπίπτοντας διαγιγνώσκεσθαι. [6] ἤδη δὲ τοῖς θρασυνομένοις τε λίαν καὶ προσπελάζουσι τῷ τείχει ἐγγυτέρω τοῦ προσήκοντος νυκτὸς μεθ̓ ἡμέραν, βρόχους ἡμέρας μὲν κρυφαίως κατεσκεύασαν νυκτὸς δὲ ἀκρύπτους, οἷς προκαλούμενοι ἀκροβολισμοῖς τὸν εἰσπεσόντα ἀνασπάσουσιν. [7] ἔστω δὲ μὲν βρόχος ὅπλου ὡς ἰσχυροτάτου, τὸ δὲ ἕλκον ἐπὶ δύο πήχεις ἅλυσις, τοῦ μὴ διατμηθῆναι: τὸ δ̓ ἄλλο, ὅθεν ἕλκουσι, σχοίνου. ὅλος δὲ ἔσω κατακρέμαται καὶ ἀνασπᾶται ὅπλοις κηλωνείοις. οἱ δὲ πολέμιοι ἐὰν διατέμνειν ἐπιχειρῶσι, πρὸς ταῦτα πάλιν οἱ ἔσωθεν κηλωνείοις χρῶνται καθιέντες, ἵνα μὴ διατέμνηται: αἱ γὰρ ἁλύσεις πρὸς τὰ τοιαῦτα πραγματῶδες καὶ δυσμεταχείριστον, ἅμα δὲ καὶ ἀλυσιτελές.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: