previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Συνθημάτων

Παραδιδόντα δὲ συνθήματα δεῖ προνοεῖν, ἐὰν τύχῃ τὸ στράτευμα μιγάδες ὄντες ἀπὸ πόλεων ἐθνῶν, ὅπως μή, ἂν παρέχῃ τὸ ἓν εἶδος δύο ὀνόματα, ἀμφιβόλως παραδοθήσεται, οἷον τάδε, Διόσκουροι Τυνδαρίδαι, περὶ ἑνὸς εἴδεος δύο ὀνόματα οὐ τὰ αὐτά: [2] καὶ ἄλλοτε δὲ Ἄρης Ἐνυάλιος, Ἀθηνᾶ Παλλάς, ξίφος ἐγχειρίδιον, λαμπὰς φῶς, καὶ ἄλλα ὁμότροπα τούτοις, ἅπερ δυσμνημόνευτά ἐστιν παρὰ τὰ νομιζόμενα ἑκάστῳ ἔθνει τῶν ἀνθρώπων καὶ βλάβην φέρει, ἐὰν κατὰ γλῶσσάν τις παραγγέλλῃ μᾶλλον κοινόν τι ἅπασιν. [3] ἐν μιγάσι δ̓ οὖν ξένοις οὐ δεῖ τὰ τοιαῦτα παραγγέλλειν, οὐδὲ ἐν ἔθνεσι συμμάχοις. οἷον Χαριδήμῳ Ὠρείτῃ περὶ τὴν Αἰολίδα συνέβη, καταλαβόντι Ἴλιον τρόπῳ τοιῷδε. [4] τῷ ἄρχοντι τοῦ Ἰλίου ἦν οἰκέτης ἐκπορευόμενος ἐπὶ λείαν ἀεί, καὶ μάλιστα ἐν ταῖς νυξὶν [p. 126] ἐξεπορεύετο καὶ εἰσεπορεύετο εἰσάγων τὰ ἀγρευθέντα ἑκάστοτε. [5] ἐν δὲ τῷ χρόνῳ τούτῳ καταμαθὼν Χαρίδημος ταῦτα πράσσοντα οἰκειοῦται, καὶ εἰς λόγους κρυφαίους ἀφικόμενος διομολογεῖται, καὶ ἔπεισεν αὐτὸν ἐκπορευθῆναι ἐν ῥητῇ νυκτὶ ὡς ἐπὶ λείαν: μεθ̓ ἵππου δὲ ἐκέλευσεν αὐτὸν ἐξελθεῖν ἐν τῇ νυκτί, ἵνα αἱ πύλαι αὐτῷ ἀνοιχθεῖεν, ἀλλὰ μὴ κατὰ τὴν διάδυσιν τὴν ἐκτομάδα πυλίδα ὥσπερ εἰώθει, εἰσέλθοι. [6] γενόμενος δ̓ ἔξω καὶ διαλεχθεὶς τῷ Χαριδήμῳ ἔλαβεν παῤ αὐτῶν ξένους ὡς τριάκοντα τεθωρακισμένους καὶ ἔχοντας ἐγχειρίδια καὶ ὅπλα καὶ περικεφαλαίας κρυφαίας. [7] ὡς ἀπήγαγέν τε οὖν αὐτοὺς ἐν τῇ νυκτὶ ἐν ἐσθῆτι φαύλῃ καὶ ἔκρυψε τὰ ὅπλα, καὶ ὁμοιώσας αἰχμαλώτοις, μετ̓ ἄλλων γυναικῶν καὶ παιδαρίων, καὶ τούτων ὡς αἰχμαλώτων, εἰσεπορεύετο ἀνοιχθεισῶν αὐτῷ τῶν πυλῶν διὰ τὸν ἵππον. [8] ὅπου δὴ εὐθὺς οἱ εἰσελθόντες ἔργου εἴχοντο τὸν τε πυλωρὸν ἀποκτείναντες καὶ εἰς ἄλλας ξένας πράξεις ὁρμήσαντες, καὶ τῶν πυλῶν ἐγκρατεῖς ὄντες, ἐφ̓ ἃς εὐθύς, οὐ πόρρω ὄντος τοῦ Χαριδήμου, παρῆσαν τάξεις καὶ κατέλαβον τὸ πόλισμα. [9] μετὰ δὲ ταῦτα καὶ αὐτὸς εἰσεπορεύθη μετὰ πάσης τῆς δυνάμεως. ἅμα δὲ τούτοις καὶ τοιόνδ̓ ἔπραξεν. [10] τοῦ στρατεύματός τινι μέρει ἐνέδρας ἐποιήσατο, προνοήσας ὅτι παρέσοιτο βοήθεια ἐπὶ τὸ χωρίον. ὅπερ συνέβη: εὐθὺς γὰρ αἰσθόμενος Ἀθηνόδωρος Ἴμβριος, ὢν οὐ πόρρω μετὰ στρατεύματος, ἐπειρᾶτο βοηθεῖν ἐπὶ τὸ χωρίον. [11] ἔτυχε δὲ καὶ αὐτὸς ἀγχίνως πάλιν ἀνθυποπτεύσας, καὶ οὐ τὰς ἐνεδρευομένας ὁδοὺς ἐπορεύθη πρὸς τὸ Ἴλιον, ἀλλὰ ἄλλας πορευθεὶς [p. 128] ἔλαθέν τε ἐν τῇ νυκτὶ καὶ ἦλθεν πρὸς τὰς πύλας. [12] καὶ ἔλαθόν τινες συνεισελθόντες εἰς τὴν πόλιν ἐν τῷ θορύβῳ, ὡς τοῦ Χαριδήμου ὄντες στρατεύματος. [13] ἔπειτα πρὸ τοῦ πλείονας εἰσελθεῖν ἐγνώσθησαν τῷ συνθήματι, καὶ οἱ μὲν ἐξέπεσον αὐτῶν, οἱ δὲ καὶ περὶ τὰς πύλας διεφθάρησαν: τοῖς μὲν γὰρ ἦν τὸ σύνθημα Τυνδαρίδαι, τοῦ δὲ Διόσκουροι. [14] καὶ παρὰ τοῦτο ἐγένετο τὴν πόλιν μὴ ἀντικαταληφθῆναι παραχρῆμα ὑπὸ τοῦ Ἀθηνοδώρου ἐν τῇ αὐτῇ νυκτί. παραγγέλλειν οὖν χρὴ τὰ συνθήματα εὐμνημόνευτά τε καὶ ὡς μάλιστα ἀδελφὰ ταῖς μελλούσαις πράξεσι γίγνεσθαι, οἷον τάδε. [15] ἐπὶ μὲν ἄγραν πορευομένοις Ἄρτεμιν Ἀγροτέραν, ἐπὶ δὲ κλοπήν τινα πράξεων Ἑρμῆν Δόλιον, ἐπὶ δὲ βιασμὸν Ἡρακλέα, τοῖς δὲ φανεροῖς ἐγχειρήμασιν Ἥλιον καὶ Σελήνην, καὶ ὡς μάλιστα ὁμότροπα τούτοις καὶ κοινότατα πᾶσιν. [16] Ἰφικράτης δὲ οὐδὲ τὸ αὐτὸ σύνθημα ἐκέλευεν τὸν περίοδόν τε καὶ φύλακα ἔχειν, ἀλλὰ ἕτερον ἑτέρῳ δεδόσθαι, ἵνα μὲν τὸ πρῶτον ἐρωτηθεὶς ἀποκρίνηται Ζεὺς Σωτήρ, ἐὰν τοῦτο ἔχων τύχῃ, δ̓ ἀντερωτηθεὶς Ποσειδῶν. οὕτω γὰρ ἂν ἥκιστα σφάλλοιντο ὑπὸ τῶν πολεμίων [p. 130] καὶ ἐξαυτομολοῖτο τὸ σύνθημα. [17] πλάνης δὲ γενομένης τοῖς φύλαξιν ἀπ̓ ἀλλήλων συριγμῷ χρῆσθαι πρὸς αὑτούς, τοῦτον δὲ προσυγκεῖσθαι: πλὴν γὰρ τῷ εἰδότι ἄγνωστος τοῖς ἄλλοις ἔσται, ἐάν τε Ἕλληνες ἐάν τε βάρβαροι ὦσιν. [18] προενθυμεῖν δὲ τῶν κυνῶν, μὴ διὰ τὸν συριγμὸν ἀσύμφορον ἐξ αὐτῶν . ἐχρήσαντο δὲ αὐτῷ καὶ ἐν Θήβαις ὅτε τὴν Καδμείαν καταλαβόντες ἐσκεδάσθησαν νυκτὸς καὶ ἠγνόησαν ἀλλήλους, πρὸς συριγμὸν δὲ συνελέγοντο. [19] τὰ δὲ συνθήματα ἐρωτᾶσθαι κοινῶς τοῖς τε περιοδεύουσι καὶ προφύλαξιν: οὐδὲν γὰρ προσήκει τὸν ἕτερον ἐρωτᾶν. ὡς γὰρ περίοδος καὶ πολέμιος ἂν ἐρωτῴη.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: