previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Κώλυμα τῶν περὶ μοχλοὺς καὶ βαλάνους κακουργημάτων

Εἰς δὲ τὸ τούτων μηδὲν κακουργεῖσθαι χρὴ, πρῶτον μὲν στρατηγὸν μὴ δεδειπνηκότα δἰ αὑτοῦ τὴν κλεῖσιν καὶ τὴν ἐπιμέλειαν ποιεῖσθαι, μηδὲ ἄλλῳ πιστεύειν ῥᾳθύμως διακείμενον: ἐν δὲ τοῖς ἐπικινδύνοις καὶ πάμπαν σύννουν δεῖ περὶ ταύτην εἶναι. [2] ἔπειτα τὸν μοχλὸν σεσιδηρῶσθαι διὰ μήκους τριχῇ τετραχῇ: ἄπριστος γὰρ ἔσται. ἔπειτα βαλάνους ἐμβάλλεσθαι τρεῖς μὴ ὁμοτρόπους, τούτων δὲ ἕκαστον φυλάττειν [p. 104] ἀνὰ μίαν τῶν στρατηγῶν: εἰ δὲ πλείονες εἴησαν, [3] πάλῳ καθ̓ ἡμέραν τοὺς λαχόντας. ἄριστον δὲ τὰς βαλάνους μὴ ἐξαιρετὰς εἶναι, ὑπὸ δὲ λοπίδος σιδηρᾶς κατέχεσθαι, ἵνα μὴ πλέον ἐξαιρομένη μετεωρίζηται τῷ καρκίνῳ ὥστε τὸν μοχλὸν ὑπωθεῖσθαι ἐπικλειομένων τῶν πυλῶν καὶ ἀνοιγομένων: τὸν δὲ καρκίνον ἐσκευάσθαι, ὅπως ὑπὸ τὴν λοπίδα καθίηται καὶ ῥᾳδίως τὴν βάλανον μετεωρίζῃ. [4] Ἀπολλωνιᾶται δὲ οἱ ἐν τῷ Πόντῳ παθόντες τι τῶν προγεγραμμένων κατεσκεύασαν τὰς πύλας κλείεσθαι ὑπὸ σφύρας τε μεγάλης καὶ κτύπου παμμεγέθους γιγνομένου, ὡς σχεδὸν κατὰ πᾶσαν τὴν πόλιν ἀκούεσθαι ὅταν κλείωνται ἀνοίγωνται αἱ πύλαι: οὕτω μεγάλα τε καὶ σεσιδηρωμένα ἦν τὰ κλεῖθρα. [5] τὸ δὲ αὐτὸ καὶ ἐν Αἰγίνῃ. ὅταν δὲ αἱ πύλαι κλεισθῶσιν, τοῖς φύλαξι σύνθημα καὶ παρασύνθημα δόντας ἐπὶ τὰ φυλάκια διαπέμψαι. χχι. Περὶ δὲ ἀρμένων ἑτοιμασίας καὶ ὅσα χρὴ περὶ χώραν φιλίαν προκατασκευάζειν καὶ τὰ ἐν τῇ χώρᾳ ὡς δεῖ ἀφανίζειν ἀχρεῖα ποιεῖν τοῖς ἐναντίοις ὧδε μὲν παραλείπεται: ἐν δὲ τῷ Παρασκευαστικῷ περὶ τούτων τελείως δηλοῦται. [2] περὶ δὲ φυλάκων καταστάσεως καὶ περιοδειῶν καὶ πανείων καὶ συνθημάτων καὶ παρασυνθημάτων [p. 106] τὰ μὲν πολλὰ ἐν τῇ Στρατοπεδευτικῇ βίβλῳ γραπτέον ὃν τρόπον δεῖ γενέσθαι, ὀλίγα δὲ αὐτῶν καὶ νῦν δηλώσομεν.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: