previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


οὕτω μὲν ἐπὶ τῶν μητρῶν ἐναργῶς αἱ δύο φαίνονται δυνάμεις, ἐπὶ δὲ τῆς γαστρὸς ὧδε. πρῶτον μὲν τοῖς κλύδωσιν, οἳ δὴ καὶ πεπίστευνται τοῖς ἰατροῖς ἀρρώστου κοιλίας εἶναι συμπτώματα καὶ κατὰ λόγον πεπίστευνται: ἐνίοτε μὲν γὰρ ἐλάχιστα προσενηνεγμένων οὐ γίγνονται περιστελλομένης ἀκριβῶς αὐτοῖς τῆς γαστρὸς καὶ σφιγγούσης πανταχόθεν, ἐνίοτε δὲ μεστὴ μὲν [p. 153] γαστήρ ἐστιν, οἱ κλύδωνες δ᾽ ὡς ἐπὶ κενῆς ἐξακούονται. κατὰ φύσιν μὲν γὰρ ἔχουσα καὶ χρωμένη καλῶς τῇ περισταλτικῇ δυνάμει, κἂν ὀλίγον τὸ περιεχόμενον, ἅπαν αὐτὸ περιλαμβάνουσα χώραν οὐδεμίαν ἀπολείπει κενήν, ἀρρωστοῦσα δέ, καθότι ἂν ἀδυνατήσῃ περιλαβεῖν ἀκριβῶς, ἐνταῦθ᾽ εὐρυχωρίαν τιν᾽ ἐργαζομένη συγχωρεῖ τοῖς περιεχομένοις ὑγροῖς κατὰ τὰς τῶν σχημάτων μεταλλαγὰς ἄλλοτ᾽ ἀλλαχόσε μεταρρεουσι κλύδωνας ἀποτελεῖν.

εὐλόγως οὖν, ὅτι μηδὲ πέψουσιν ἱκανῶς, οἱ ἐν τῶδε τῷ συμπτώματι γενόμενοι προσδοκῶσιν: οὐ γὰρ ἐνδέχεται πέψαι καλῶς ἄρρωστον γαστέρα. τοῖς τοιούτοις δὲ καὶ μέχρι πλείονος ἐν αὐτῇ [p. 238] φαίνεται παραμένον τὸ βάρος, ὡς ἂν καὶ βραδύτερον πέττουσι. καὶ μὴν θαυμάσειεν ἄν τις ἐπ᾽ αὐτῶν τούτων μάλιστα τὸ πολυχρόνιον τῆς ἐν τῇ γαστρὶ διατριβῆς οὐ τῶν σιτίων μόνον ἀλλὰ καὶ τοῦ πόματος: οὐ γάρ, ὅπερ ἂν οἰηθείη τις, ὡς τὸ τῆς γαστρὸς στόμα τὸ κάτω στενὸν ἱκανῶς ὑπάρχον οὐδὲν παρίησι πρὶν ἀκριβῶς λειωθῆναι, τοῦτ᾽ αἴτιον ὄντως ἐστί. πολλὰ γοῦν πολλάκις [p. 154] ὀπωρῶν ὀστᾶ μέγιστα καταπίνουσι πάμπολλοι καί τις δακτύλιον χρυσοῦν ἐν τῷ στόματι φυλάττων ἄκων κατέπιε καὶ ἄλλος τις νόμισμα καὶ ἄλλος ἄλλο τι σκληρὸν καὶ δυσκατέργαστον, ἀλλ᾽ ὅμως ἅπαντες οὗτοι Ρ῾ᾳδίως ἀπεπάτησαν, κατέπιον, οὐδενὸς αὐτοῖς ἀκολουθήσαντος συμπτώματος. εἰ δέ γ᾽ στενότης τοῦ πόρου τῆς γαστρὸς αἰτία τοῦ μένειν ἐπὶ πλέον ἦν τοῖς ἀτρίπτοις σιτίοις, οὐδὲν ἂν τούτων ποτὲ διεχώρησεν. ἀλλὰ καὶ τὸ τὰ πόματ᾽ αὐτοῖς ἐν τῇ γαστρὶ παραμένειν ἐπὶ πλεῖστον ἱκανὸν ἀπάγειν τὴν ὑπόνοιαν τοῦ πόρου τῆς στενότητος: ὅλως γάρ, εἴπερ ἦν ἐν τῷ κεχυλῶσθαι τὸ θᾶττον ὑπιέναι, τά τε Ρ῾οφήματ᾽ ἂν οὕτω καὶ τὸ γάλα καὶ τῆς πτισάνης χυλὸς αὐτίκα διεξῄει πᾶσιν. ἀλλ᾽ οὐχ ὧδ᾽ ἔχει: τοῖς μὲν γὰρ ἀσθενέσιν ἐπὶ πλεῖστον ἐμπλεῖ ταῦτα καὶ κλύδωνας ἐργάζεται παραμένοντα καὶ θλίβει καὶ βαρύνει τὴν γαστέρα, τοῖς δ᾽ ἰσχυροῖς οὐ μόνον τούτων οὐδὲν συμβαίνει, ἀλλὰ καὶ πολὺ πλῆθος ἄρτων καὶ κρεῶν ὑποχωρεῖ ταχέως.

[p. 240] οὐ μόνον δ᾽ ἐκ τοῦ περιτετάσθαι τὴν γαστέρα [p. 155] καὶ βαρύνεσθαι καὶ μεταρρεῖν ἄλλοτ᾽ εἰς ἄλλα μέρη μετὰ κλύδωνος τὸ παραμένειν ἐπὶ πλέον ἐν αὐτῇ πάντως τοῖς οὕτως ἔχουσι τεκμήραιτ᾽ ἄν τις ἀλλὰ κἀκ τῶν ἐμέτων: ἔνιοι γὰρ οὐ μετὰ τρεῖς ὥρας τέτταρας ἀλλὰ νυκτῶν ἤδη μέσων παμπόλλου μεταξὺ χρόνου διελθόντος ἐπὶ ταῖς προσφοραῖς ἀνήμεσαν ἀκριβῶς ἅπαντα τὰ ἐδηδεσμένα.

καὶ μὲν δὴ καὶ ζῷον ὁτιοῦν ἐμπλήσας ὑγρᾶς τροφῆς, ὥσπερ ἡμεῖς πολλάκις ἐπὶ συῶν ἐπειράθημεν ἐξ ἀλεύρων μέθ᾽ ὕδατος οἷον κυκεῶνά τινα δόντες αὐτοῖς, ἔπειτα μετὰ τρεῖς που καὶ τέτταρας ὥρας ἀνατεμόντες, εἰ οὕτω καὶ σὺ πράξειας, εὑρήσεις ἔτι κατὰ τὴν γαστέρα τὰ ἐδηδεσμένα: πέρας γὰρ αὐτοῖς ἐστι τῆς ἐνταῦθα μονῆς οὐχ χύλωσις, ἣν καὶ ἐκτὸς ἔτι ὄντων μηχανήσασθαι δυνατόν ἐστιν, ἀλλ᾽ πέψις, ἕτερόν τι τῆς χυλώσεως οὖσα, καθάπερ αἱμάτωσίς τε καὶ θρέψις. ὡς γὰρ κἀκεῖνα δέδεικται ποιοτήτων μεταβολῇ γιγνόμενα, τὸν αὐτὸν τρόπον καὶ ἐν τῇ γαστρὶ πέψις τῶν σιτίων εἰς τὴν οἰκείαν ἐστὶ τῷ [p. 156] τρεφομένῳ ποιότητα μεταβολὴ καὶ ὅταν γε πεφθῇ τελέως, ἀνοίγνυται μὲν τηνικαῦτα τὸ κάτω στόμα, διεκπίπτει δ᾽ αὐτοῦ τὰ σιτία Ρ῾ᾳδίως, εἰ καὶ πλῆθός τι μεθ᾽ ἑαυτῶν ἔχοντα τύχοι λίθων ὀστῶν γιγάρτων τινος ἄλλου χυλωθῆναι μὴ δυναμένου. καί σοι τοῦτ᾽ ἔνεστιν ἐπὶ ζῴου [p. 242] θεάσασθαι στοχασαμένῳ τὸν καιρὸν τῆς κάτω διεξόδου. καὶ μέν γε καὶ εἰ σφαλείης ποτὲ τοῦ καιροῦ καὶ μηδὲν μήπω κάτω παρέρχοιτο πεττομένων ἔτι κατὰ τὴν γαστέρα τῶν σιτίων, οὐδ᾽ οὕτως ἄκαρπος ἀνατομή σοι γενήσεται: θεάσῃ γὰρ ἐπ᾽ αὐτῶν, ὅπερ ὀλίγῳ πρόσθεν ἐλέγομεν, ἀκριβῶς μὲν μεμυκότα τὸν πυλωρόν, ἅπασαν δὲ τὴν γαστέρα περιεσταλμένην τοῖς σιτίοις τρόπον ὁμοιότατον, οἷόνπερ καὶ αἱ μῆτραι τοῖς κυουμένοις. οὐ γὰρ ἔστιν οὐδέποτε κενὴν εὑρεῖν χώραν οὔτε κατὰ τὰς ὑστέρας οὔτε κατὰ τὴν κοιλίαν οὔτε κατὰ τὰς κύστεις ἀμφοτέρας οὔτε κατὰ τὴν χοληδόχον ὀνομαζομένην οὔτε τὴν ἑτέραν: ἀλλ᾽ εἴτ᾽ ὀλίγον εἴη τὸ περιεχόμενον ἐν αὐταῖς εἴτε πολύ, μεσταὶ καὶ πλήρεις αὐτῶν αἱ κοιλίαι φαίνονται περιστελλομένων ἀεὶ τῶν χιτώνων τοῖς περιεχομένοις, ὅταν γε κατὰ φύσιν ἔχῃ τὸ ζῷον.

[p. 157] Ἐρασίστρατος δ᾽ οὐκ οἶδ᾽ ὅπως τὴν περιστολὴν τῆς γαστρὸς ἁπάντων αἰτίαν ἀποφαίνει καὶ τῆς λειώσεως τῶν σιτίων καὶ τῆς τῶν περιττωμάτων ὑποχωρήσεως καὶ τῆς τῶν κεχυλωμένων ἀναδόσεως.

ἐγὼ μὲν γὰρ μυριάκις ἐπὶ ζῶντος ἔτι τοῦ ζῴου διελὼν τὸ περιτόναιον εὗρον ἀεὶ τὰ μὲν ἔντερα πάντα περιστελλόμενα τοῖς ἐνυπάρχουσι, τὴν κοιλίαν δ᾽ οὐχ ἁπλῶς, ἀλλ᾽ ἐπὶ μὲν ταῖς ἐδωδαῖς ἄνωθέν τε καὶ κάτωθεν αὐτὰ καὶ πανταχόθεν ἀκριβῶς [p. 244] περιειληφυῖαν ἀκίνητον, ὡς δοκεῖν ἡνῶσθαι καὶ περιπεφυκέναι τοῖς σιτίοις: ἐν δὲ τούτῳ καὶ τὸν πυλωρὸν εὕρισκον ἀεὶ μεμυκότα καὶ κεκλεισμένον ἀκριβῶς ὥσπερ τὸ τῶν ὑστερῶν στόμα ταῖς ἐγκύμοσιν.

ἐπὶ μέντοι ταῖς πέψεσι συμπεπληρωμέναις ἀνέῳκτο μὲν πυλωρός, γαστὴρ δὲ περισταλτικῶς ἐκινεῖτο παραπλησίως τοῖς ἐντέροις.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (A.J. Brock, 1916)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: