previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Συμπεραντέον οὖν ἡμῖν τὸν λόγον ἕνεκα τῶν τῆς ἀληθείας ἐφιεμένων ὅσα λείπει κατ᾽ αὐτὸν ἔτι προσθεῖσιν. ὡς γὰρ γαστὴρ ἕλκει μὲν ἐναργῶς καὶ κατασπᾷ τὰ σιτία τοῖς σφόδρα πεινώδεσι, πρὶν ἀκριβῶς ἐν τῷ στόματι λειωθῆναι, δυσχεραίνει δὲ καὶ ἀπωθεῖται τοῖς ἀποσίτοις τε καὶ πρὸς ἀνάγκην ἐσθίουσιν, οὕτω καὶ τῶν ἄλλων ὀργάνων ἕκαστον ἀμφοτέρας ἔχει τὰς δυνάμεις, τήν τε τῶν οἰκείων ἑλκτικὴν καὶ τὴν τῶν ἀλλοτρίων ἀποκριτικήν. καὶ διὰ τοῦτο, κἂν ἐξ ἑνὸς χιτῶνος ὄργανόν τι συνεστώς, ὥσπερ καὶ αἱ κύστεις ἀμφότεραι καὶ αἱ μῆτραι καὶ αἱ φλέβες, ἀμφότερα τῶν ἰνῶν ἔχει τὰ γένη, τῶν εὐθειῶν τε καὶ τῶν ἐγκαρσίων.

[p. 181] Καὶ μέν γε καὶ τρίτον τι γένος ἰνῶν ἐστι τῶν λοξῶν, ἔλαττον πολὺ τῷ πλήθει τῶν προειρημένων δύο γενῶν. εὑρίσκεται δ᾽ ἐν μὲν τοῖς ἐκ δυοῖν χιτώνων συνεστηκόσιν ὀργάνοις ἐν θατέρῳ μόνῳ ταῖς εὐθείαις ἰσὶν ἀναμεμιγμένον, ἐν δὲ τοῖς ἐξ ἑνὸς ἅμα τοῖς ἄλλοις δύο γένεσι. συνεπιλαμβάνουσι δ᾽ αὗται μέγιστον τῇ τῆς καθεκτικῆς ὀνομασθείσης δυνάμεως ἐνεργείᾳ: δεῖται γὰρ ἐν τούτῳ τῷ χρόνῳ πανταχόθεν ἐσφίγχθαι καὶ περιτετάσθαι τοῖς ἐνυπάρχουσι τὸ μόριον, [p. 282] μὲν γαστὴρ ἐν τῷ τῆς πέψεως, αἱ μῆτραι δ᾽ ἐν τῷ τῆς κυήσεως χρόνῳ παντί.

ταῦτ᾽ ἄρα καὶ τῆς φλεβὸς χιτὼν εἷς ὢν ἐκ πολυειδῶν ἰνῶν ἐγένετο καὶ τῶν τῆς ἀρτηρίας μὲν ἔξωθεν ἐκ τῶν στρογγύλων, δ᾽ ἔσωθεν ἐκ μὲν τῶν εὐθειῶν πλείστων, ὀλίγων δέ τινων σὺν αὐταῖς καὶ τῶν λοξῶν, ὥστε τὰς μὲν φλέβας ταῖς μήτραις καὶ ταῖς κύστεσιν ἐοικέναι κατά γε τὴν τῶν ἰνῶν σύνθεσιν, εἰ καὶ τῷ πάχει λείπονται, τὰς δ᾽ ἀρτηρίας τῇ γαστρί. μόνα δὲ πάντων ὀργάνων ἐκ δυοῖν θ᾽ ἅμα καὶ ἀμφοτέρων ἐγκαρσίας ἐχόντων τὰς ἶνας ἐγένετο τὰ ἔντερα. τὸ δ᾽ ὅτι [p. 182] βέλτιον ἦν τῶν τ᾽ ἄλλων ἑκάστῳ τοιούτῳ τὴν φύσιν ὑπάρχειν, οἷόνπερ καὶ νῦν ἐστι, τοῖς τ᾽ ἐντέροις ἐκ δυοῖν ὁμοίων χιτώνων συγκεῖσθαι, τῆς περὶ χρείας μορίων πραγματείας ἐστίν. οὔκουν νῦν χρὴ ποθεῖν ἀκούειν περὶ τῶν τοιούτων, ὥσπερ οὐδὲ διὰ τί περὶ τοῦ πλήθους τῶν χιτώνων ἑκάστου τῶν ὀργάνων διαπεφώνηται τοῖς ἀνατομικοῖς ἀνδράσιν. ὑπὲρ μὲν γὰρ τούτων αὐτάρκως ἐν τοῖς περὶ τῆς ἀνατομικῆς διαφωνίας εἴρηται: περὶ δὲ τοῦ διότι τοιοῦτον ἕκαστον ἐγένετο τῶν ὀργάνων, ἐν τοῖς περὶ χρείας μορίων εἰρήσεται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (A.J. Brock, 1916)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: