previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


λῆρος οὖν μακρὸς ἅπασα πόρων ὑπόθεσις εἰς φυσικὴν ἐνέργειαν. εἰ μὴ γὰρ δύναμίς τις σύμφυτος ἑκάστῳ τῶν ὀργάνων ὑπὸ τῆς φύσεως εὐθὺς ἐξ ἀρχῆς δοθείη, διαρκεῖν οὐ δυνήσεται τὰ ζῷα, μὴ ὅτι τοσοῦτον ἀριθμὸν ἐτῶν ἀλλ᾽ οὐδ᾽ ἡμερῶν ὀλιγίστων: ἀνεπιτρόπευτα γὰρ ἐάσαντες αὐτὰ καὶ τέχνης καὶ προνοίας ἔρημα μόναις ταῖς τῶν ὑλῶν οἰακιζόμενα Ρ῾οπαῖς, οὐδαμοῦ δυνάμεως οὐδεμιᾶς τῆς μὲν ἑλκούσης τὸ προσῆκον ἑαυτῇ, τῆς δ᾽ ἀπωθούσης τὸ ἀλλότριον, τῆς δ᾽ ἀλλοιούσης τε καὶ προσφυούσης τὸ θρέψον, οὐκ οἶδ᾽ ὅπως οὐκ ἂν εἴημεν καταγέλαστοι περί τε τῶν φυσικῶν ἐνεργειῶν διαλεγόμενοι καὶ πολὺ μᾶλλον ἔτι περὶ [p. 81] τῶν ψυχικῶν καὶ συμπάσης γε τῆς ζωῆς.

οὐδὲ γὰρ ζῆν οὐδὲ διαμένειν οὐδενὶ τῶν ζῴων οὐδ᾽ εἰς ἐλάχιστον χρόνον ἔσται δυνατόν, εἰ τοσαῦτα κεκτημένον ἐν ἑαυτῷ μόρια καὶ οὕτω διαφέροντα μήθ᾽ ἑλκτικῇ τῶν οἰκείων χρήσεται δυνάμει μήτ᾽ ἀποκριτικῇ τῶν ἀλλοτρίων μήτ᾽ ἀλλοιωτικῇ τῶν θρεψόντων. καὶ μὴν εἰ ταύτας ἔχοιμεν, οὐδὲν ἔτι πόρων μικρῶν μεγάλων ἐξ ὑποθέσεως ἀναποδείκτου λαμβανομένων εἰς οὔρου καὶ χολῆς διάκρισιν δεόμεθα καί τινος ἐπικαίρου θέσεως, ἐν μόνῳ σωφρονεῖν ἔοικεν Ἐρασίστρατος ἅπαντα καλῶς τεθῆναί τε καὶ διαπλας θῆναι [p. 128] τὰ μόρια τοῦ σώματος ὑπὸ τῆς φύσεως οἰόμενος.

ἀλλ᾽ εἰ παρακολουθήσειεν ἑαυτῷ φύσιν ὀνομάζοντι τεχνικήν, εὐθὺς μὲν ἐξ ἀρχῆς ἅπαντα καλῶς διαπλάσασάν τε καὶ διαθεῖσαν τοῦ ζῴου τὰ μόρια, μετὰ δὲ τὴν τοιαύτην ἐνέργειαν, ὡς οὐδὲν ἔλειπεν, ἔτι προαγαγοῦσαν εἰς φῶς αὐτὸ σύν τισι δυνάμεσιν, ὧν ἄνευ ζῆν οὐκ ἠδύνατο, καὶ μετὰ ταῦτα κατὰ βραχὺ προσαυξήσασαν ἄχρι τοῦ πρέποντος μεγέθους, οὐκ οἶδα πῶς ὑπομένει [p. 82] πόρων σμικρότησιν μεγέθεσιν τισιν ἄλλαις οὕτω ληρώδεσιν ὑποθέσεσι φυσικὰς ἐνεργείας ἐπιτρέπειν. γὰρ διαπλάττουσα τὰ μόρια φύσις ἐκείνη καὶ κατὰ βραχὺ προσαύξουσα πάντως δήπου δι᾽ ὅλων αὐτῶν ἐκτέταται: καὶ γὰρ ὅλα δι᾽ ὅλων οὐκ ἔξωθεν μόνον αὐτὰ διαπλάττει τε καὶ τρέφει καὶ προσαύξει. Πραξιτέλης μὲν γὰρ Φειδίας τις ἄλλος ἀγαλματοποιὸς ἔξωθεν μόνον ἐκόσμουν τὰς ὕλας, καθὰ καὶ ψαύειν αὐτῶν ἠδύναντο, τὸ βάθος δ᾽ ἀκόσμητον καὶ ἀργὸν καὶ ἄτεχνον καὶ ἀπρονόητον ἀπέλιπον, ὡς ἂν μὴ δυνάμενοι κατελθεῖν εἰς αὐτὸ καὶ καταδῦναι καὶ θιγεῖν ἁπάντων τῆς ὕλης τῶν μερῶν. φύσις δ᾽ οὐχ οὕτως, ἀλλὰ τὸ μὲν ὀστοῦ μέρος ἅπαν ὀστοῦν ἀποτελεῖ, τὸ δὲ σαρκὸς σάρκα, τὸ δὲ πιμελῆς πιμελὴν καὶ τῶν ἄλλων ἕκαστον: οὐδὲν γάρ ἐστιν ἄψαυστον αὐτῇ μέρος οὐδ᾽ ἀνεξέργαστον οὐδ᾽ ἀκόσμητον. ἀλλὰ τὸν μὲν κηρὸν Φειδίας οὐκ ἠδύνατο ποιεῖν ἐλέφαντα καὶ χρυσόν, ἀλλ᾽ οὐδὲ τὸν χρυσὸν κηρόν: ἕκαστον γὰρ αὐτῶν μένον, οἷον ἦν ἐξ ἀρχῆς, ἔξωθεν μόνον ἠμφιεσμένον εἶδός τι [p. 130] [p. 83] καὶ σχῆμα τεχνικόν, ἄγαλμα τέλειον γέγονεν. φύσις δ᾽ οὐδεμιᾶς ἔτι φυλάττει τῶν ὑλῶν τὴν ἀρχαίαν ἰδέαν: αἷμα γὰρ ἂν ἦν οὕτως ἅπαντα τοῦ ζῴου τὰ μόρια, τὸ παρὰ τῆς κυούσης ἐπιρρέον τῷ σπέρματι, δίκην κηροῦ τινος ὕλη μία καὶ μονοειδὴς ὑποβεβλημένη τῷ τεχνίτῃ. γίγνεται δ᾽ ἐξ αὐτῆς οὐδὲν τῶν τοῦ ζῴου μορίων οὔτ᾽ ἐρυθρὸν οὕτως οὔθ᾽ ὑγρόν. ὀστοῦν γὰρ καὶ ἀρτηρία καὶ φλὲψ καὶ νεῦρον καὶ χόνδρος καὶ πιμελὴ καὶ ἀδὴν καὶ ὑμὴν καὶ μυελὸς ἄναιμα μέν, ἐξ αἵματος δὲ γέγονε.

τίνος ἀλλοιώσαντος καὶ τίνος πήξαντος καὶ τίνος διαπλάσαντος ἐδεόμην ἄν μοι τὸν Ἐρασίστρατον αὐτὸν ἀποκρίνασθαι. πάντως γὰρ ἂν εἶπεν ἤτοι τὴν φύσιν τὸ σπέρμα, ταὐτὸν μὲν λέγων καθ᾽ ἑκάτερον, διαφόροις δ᾽ ἐπινοίαις ἑρμηνεύων: γὰρ ἦν πρότερον σπέρμα, τοῦθ᾽, ὅταν ἄρξηται φύειν τε καὶ διαπλάττειν τὸ ζῷον, φύσις τις γίγνεται. καθάπερ γὰρ Φειδίας εἶχε μὲν τὰς δυνάμεις τῆς τέχνης καὶ πρὶν ψαύειν τῆς ὕλης, ἐνήργει δ᾽ αὐταῖς περὶ τὴν ὕλην--ἅπασα γὰρ δύναμις ἀργεῖ ἀποροῦσα τῆς οἰκείας ὕλησ--, οὕτω [p. 84] καὶ τὸ σπέρμα τὰς μὲν δυνάμεις οἴκοθεν ἐκέκτητο, τὰς δ᾽ ἐνεργείας οὐκ ἐκ τῆς ὕλης ἔλαβεν, ἀλλὰ περὶ τὴν ὕλην ἐπεδείξατο.

καὶ μὴν εἰ πολλῷ μὲν ἐπικλύζοιτο τῷ αἵματι τὸ σπέρμα, διαφθείροιτ᾽ ἄν: εἰ δ᾽ ὅλως ἀποροίη [p. 132] παντάπασιν ἀργοῦν, οὐκ ἂν γένοιτο φύσις. ἵν᾽ οὖν μήτε φθείρηται καὶ γίγνηται φύσις ἀντὶ σπέρματος, ὀλίγον ἐπιρρεῖν ἀναγκαῖον αὐτῷ τοῦ αἵματος, μᾶλλον δ᾽ οὐκ ὀλίγον λέγειν χρή, ἀλλὰ σύμμετρον τῷ πλήθει τοῦ σπέρματος. τίς οὖν μετρῶν αὐτοῦ τὸ ποσὸν τῆς ἐπιρροῆς; τίς κωλύων ἰέναι πλέον; τίς προτρέπων, ἵν᾽ ἐνδεέστερον μὴ ἴῃ; τίνα ζητήσομεν ἐνταῦθα τρίτον ἐπιστάτην τοῦ ζῴου τῆς γενέσεως, ὃς χορηγήσει τῷ σπέρματι τὸ σύμμετρον αἷμα; τί ἂν εἶπεν Ἐρασίστρατος, εἰ ζῶν ταῦτ᾽ ἠρωτήθη; τὸ σπέρμα αὐτὸ δηλονότι: τοῦτο γάρ ἐστιν τεχνίτης ἀναλογῶν τῷ Φειδίᾳ, τὸ δ᾽ αἷμα τῷ κηρῷ προσέοικεν.

οὔκουν πρέπει τὸν κηρὸν αὐτὸν ἑαυτῷ τὸ μέτρον ἐξευρίσκειν, ἀλλὰ τὸν Φειδίαν. ἕλξει δὴ τοσοῦτον αἵματος τεχνίτης εἰς ἑαυτόν, ὁπόσου [p. 85] δεῖται. ἀλλ᾽ ἐνταῦθα χρὴ προσέχειν ἤδη τὸν νοῦν καὶ σκοπεῖν, μή πως λάθωμεν τῷ σπέρματι λογισμόν τινα καὶ νοῦν χαρισάμενοι: οὕτω γὰρ ἂν οὔτε σπέρμα ποιήσαιμεν οὔτε φύσιν ἀλλ᾽ ἤδη ζῷον αὐτό. καὶ μὴν εἰ φυλάξομεν ἀμφότερα, τήν θ᾽ ὁλκὴν τοῦ συμμέτρου καὶ τὸ χωρὶς λογισμοῦ, δύναμίν τινα, καθάπερ λίθος ἑλκτικὴν εἶχε τοῦ σιδήρου, καὶ τῷ σπέρματι φήσομεν ὑπάρχειν αἵματος ἐπισπαστικήν. ἠναγκάσθημεν οὖν πάλιν κἀνταῦθα, καθάπερ ἤδη πολλάκις ἔμπροσθεν, ἑλκτικήν τινα δύναμιν ὁμολογῆσαι κατὰ τὸ σπέρμα.

[p. 134] τί δ᾽ ἦν τὸ σπέρμα; ἀρχὴ τοῦ ζῴου δηλονότι δραστική: γὰρ ὑλικὴ τὸ καταμήνιόν ἐστιν. εἶτ᾽ αὐτῆς τῆς ἀρχῆς πρώτῃ ταύτῃ τῇ δυνάμει χρωμένης, ἵνα γένηται τῶν ὑπ᾽ αὐτῆς τι δεδημιουργημένων, ἄμοιρον εἶναι τῆς οἰκείας δυνάμεως οὐκ νδέχεται. πῶς οὖν Ἐρασίστρατος αὐτὴν οὐκ οἶδεν, εἰ δὴ πρώτη μὲν αὕτη τοῦ σπέρματος ἐνέργ ια τὸ σύμμετρον αἵματος ἐπισπᾶσθαι πρὸς ἑαυτό; σύμμετρον δ᾽ ἂν εἴη τὸ λεπτὸν οὕτω καὶ ἀτμῶδες, ὥστ᾽ εὐθὺς εἰς πᾶν μόριον ἑλκόμενον τοῦ [p. 86] σπέρματος δροσοειδῶς μηδαμοῦ τὴν ἑαυτοῦ παρεμφαίνειν ἰδέαν. οὕτω γὰρ αὐτοῦ καὶ κρατήσει Ρ῾αδίως τὸ σπέρμα καὶ ταχέως ἐξομοιώσει καὶ τροφὴν ἑαυτῷ ποιήσεται κἄπειτ᾽ οἶμαι δεύτερον ἐπισπάσεται καὶ τρίτον, ὡς ὄγκον ἑαυτῷ καὶ πλῆθος ἀξιόλογον ἐργάσασθαι τραφέντι. καὶ μὴν ἤδη καὶ ἀλλοιωτικὴ δύναμις ἐξεύρηται μηδ᾽ αὐτὴ πρὸς Ἐρασιστράτου γεγραμμένη. τρίτη δ᾽ ἂν διαπλαστικὴ φανείη, καθ᾽ ἣν πρῶτον μὲν οἷον ἐπίπαγόν τινα λεπτὸν ὑμένα περιτίθησιν ἑαυτῷ τὸ σπέρμα, τὸν ὑφ᾽ Ἱπποκράτους ἐπὶ τῆς ἑκταίας γονῆς, ἣν ἐκπεσεῖν ἔλεγε τῆς μουσουργοῦ, τῷ τῶν ὠῶν εἰκασθέντα χιτῶνι: μετὰ δὲ τοῦτον ἤδη καὶ τἆλλ᾽, ὅσα πρὸς ἐκείνου λέγεται διὰ τοῦ περὶ φύσιος παιδίου συγγράμματος.

ἀλλ᾽ εἰ τῶν διαπλασθέντων ἕκαστον οὕτω μείνειε σμικρόν, ὡς ἐξ ἀρχῆς ἐγένετο, τί ἂν εἴη πλέον; αὐξάνεσθαι τοίνυν αὐτὰ χρή. πῶς οὖν [p. 136] αὐξηθήσεται; πάντη διατεινόμενα θ᾽ ἅμα καὶ τρεφόμενα. καί μοι τῶν ἔμπροσθεν εἰρημένων ἐπὶ τῆς κύστεως, ἣν οἱ παῖδες ἐμφυσῶντες [p. 87] ἔτριβον, ἀναμνησθεὶς μαθήσῃ μᾶλλον κἀκ τῶν νῦν Ρ῾ηθησομένων.

ἐννόησον γὰρ δὴ τὴν καρδίαν οὕτω μὲν μικρὰν εἶναι κατ᾽ ἀρχάς, ὡς κέγχρου μηδὲν διαφέρειν , εἰ βούλει, κυάμου, καὶ ζήτησον, ὅπως ἂν ἄλλως αὕτη γένοιτο μεγάλη χωρὶς τοῦ πάντη διατεινομένην τρέφεσθαι δι᾽ ὅλης ἑαυτῆς, ὡς ὀλίγῳ πρόσθεν ἐδείκνυτο τὸ σπέρμα τρεφόμενον. ἀλλ᾽ οὐδὲ τοῦτ᾽ Ἐρασίστρατος οἶδεν τὴν τέχνην τῆς φύσεως ὑμνῶν, ἀλλ᾽ οὕτως αὐξάνεσθαι τὰ ζῷα νομίζει καθάπερ τινὰ κρησέραν σειρὰν σάκκον τάλαρον, ὧν ἑκάστῳ κατὰ τὸ πέρας ἐπιπλεκομένων ὁμοίων ἑτέρων τοῖς ἐξ ἀρχῆς αὐτὰ συντιθεῖσιν πρόσθεσις γίγνεται.

ἀλλὰ τοῦτό γ᾽ οὐκ αὔξησίς ἐστιν ἀλλὰ γένεσις, σοφώτατε: γίγνεται γὰρ θύλακος ἔτι καὶ σάκκος καὶ θοἰμάτιον καὶ οἰκία καὶ τὸ πλοῖον καὶ τῶν ἄλλων ἕκαστον, ὅταν μηδέπω τὸ προσῆκον εἶδος, οὗ χάριν ὑπὸ τοῦ τεχνίτου δημιουργεῖται, συμπεπληρωμένον . πότ᾽ οὖν αὐξάνεται; ὅταν ἤδη τέλειος ὢν τάλαρος, ὡς ἔχειν πυθμένα τέ τινα καὶ στόμα καὶ οἷον γαστέρα καὶ τὰ τούτων μεταξύ, μείζων ἅπασι τούτοις γένηται. [p. 88] καὶ πῶς ἔσται τοῦτο; φήσει τις. πῶς δ᾽ ἄλλως εἰ ζῷον ἐξαίφνης φυτὸν τάλαρος ἡμῖν γένοιτο; μόνων γὰρ τῶν ζώντων αὔξησις. σὺ δ᾽ ἴσως οἴει τὴν οἰκίαν οἰκοδομουμένην αὐξάνεσθαι [p. 138] καὶ τὸν τάλαρον πλεκόμενον καὶ θοἰμάτιον ὑφαινόμενον. ἀλλ᾽ οὐχ ὧδ᾽ ἔχει: τοῦ μὲν γὰρ ἤδη συμπεπληρωμένου κατὰ τὸ εἶδος αὔξησις, τοῦ δ᾽ ἔτι γιγνομένου εἰς τὸ εἶδος ὁδὸς οὐκ αὔξησις ἀλλὰ γένεσις ὀνομάζεται: αὐξάνεται μὲν γὰρ τὸ ὄν, γίγνεται δὲ τὸ οὐκ ὄν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (A.J. Brock, 1916)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: