previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


περὶ πρώτης οὖν τῆς γενέσεως εἴπωμεν, ἣν ἐξ ἀλλοιώσεώς θ᾽ ἅμα καὶ διαπλάσεως ἐλέγομεν γίγνεσθαι.

Καταβληθέντος δὴ τοῦ σπέρματος εἰς τὴν μήτραν εἰς τὴν γῆν, οὐδὲν γὰρ διαφέρει, χρόνοις τιοὶν ὡρισμένοις πάμπολλα συνίσταται μόρια τῆς γεννωμένης οὐσίας ὑγρότητι καὶ ξηρότητι καὶ ψυχρότητι καὶ θερμότητι καὶ τοῖς ἄλλοις ἅπασιν, [p. 20] ὅσα τούτοις ἕπεται, διαφέροντα. τὰ δ᾽ ἑπόμενα γιγνώσκεις, εἴπερ ὅλως ἐφιλοσόφησάς τι περὶ γενέσεως καὶ φθορᾶς: αἱ λοιπαὶ γὰρ τῶν ἁπτῶν ὀνομαζομένων διαφορῶν ταῖς εἰρημέναις ἕπονται [p. 12] πρῶται καὶ μάλιστα, μετὰ δὲ ταύτας αἱ γευσταί τε καὶ ὀσφρηταὶ καὶ ὁραταί. σκληρότης μὲν οὖν καὶ μαλακότης καὶ γλισχρότης καὶ κραυρότης καὶ κουφότης καὶ βαρύτης καὶ πυκνότης καὶ ἀραιότης καὶ λειότης καὶ τραχύτης καὶ παχύτης καὶ λεπτότης ἁπταὶ διαφοραὶ καὶ εἴρηται περὶ πασῶν Ἀριστοτέλει καλῶς. οἶσθα δὲ δήπου καὶ τὰς γευστάς τε καὶ ὀσφρητὰς καὶ ὁρατὰς διαφοράς. ὥστ᾽, εἰ μὲν τὰς πρώτας τε καὶ στοιχειώδεις ἀλλοιωτικὰς δυνάμεις ζητοίης, ὑγρότης ἐστὶ καὶ ξηρότης καὶ ψυχρότης καὶ θερμότης: εἰ δὲ τὰς ἐκ τῆς τούτων κράσεως γενομένας, τοσαῦται καθ᾽ ἕκαστον ἔσονται ζῷον, ὅσαπερ ἂν αὐτοῦ τὰ αἰσθητὰ στοιχεῖα ὑπάρχῃ: καλεῖται δ᾽ αἰσθητὰ στοιχεῖα τὰ ὁμοιομερῆ πάντα τοῦ σώματος μόρια: καὶ ταῦτ᾽ οὐκ ἐκ μεθόδου τινὸς ἀλλ᾽ αὐτόπτην γενόμενον ἐκμαθεῖν χρὴ διὰ τῶν ἀνατομῶν.

ὀστοῦν δὴ καὶ χόνδρον καὶ νεῦρον καὶ ὑμένα καὶ σύνδεσμον καὶ φλέβα καὶ πάνθ᾽ ὅσα τοιαῦτα κατὰ τὴν πρώτην τοῦ ζῴου γένεσιν φύσις ἀπεργάζεται δυνάμει χρωμένη καθόλου μὲν [p. 13] εἰπεῖν τῇ γεννητικῇ τε καὶ ἀλλοιωτικῇ, κατὰ μέρος δὲ θερμαντικῇ τε καὶ ψυκτικῇ καὶ ξηραντικῇ [p. 22] καὶ ὑγραντικῇ καὶ ταῖς ἐκ τῆς τούτων κράσεως γενομέναις, οἷον ὀστοποιητικῇ τε καὶ νευροποιητικῇ καὶ χονδροποιητικῇ: σαφηνείας γὰρ ἕνεκα καὶ τούτοις τοῖς ὀνόμασι χρηστέον.

ἔστι γοῦν καὶ ἰδία σὰρξ τοῦ ἥπατος ἐκ τούτου τοῦ γένους καὶ τοῦ σπληνὸς καὶ τῶν νεφρῶν καὶ τοῦ πνεύμονος καὶ τῆς καρδίας οὕτω δὲ καὶ τοῦ ἐγκεφάλου τὸ ἴδιον σῶμα καὶ τῆς γαστρὸς καὶ τοῦ στομάχου καὶ τῶν ἐντέρων καὶ τῶν ὑστερῶν αἰσθητὸν στοιχεῖόν ἐστιν ὁμοιομερές τε καὶ ἁπλοῦν καὶ ἀσύνθετον: ἐὰν γὰρ ἐξέλῃς ἑκάστου τῶν εἰρημένων τὰς ἀρτηρίας τε καὶ τὰς φλέβας καὶ τὰ νεῦρα, τὸ ὑπόλοιπον σῶμα τὸ καθ᾽ ἕκαστον ὄργανον ἁπλοῦν ἐστι καὶ στοιχειῶδες ὡς πρὸς αἴσθησιν. ὅσα δὲ τῶν τοιούτων ὀργάνων ἐκ δυοῖν σύγκειται χιτώνων οὐχ ὁμοίων μὲν ἀλλήλοις, ἁπλοῦ δ᾽ ἑκατέρου, τούτων οἱ χιτῶνές εἰσι τὰ στοιχεῖα καθάπερ τῆς τε γαστρὸς καὶ τοῦ στομάχου καὶ τῶν ἐντέρων καὶ τῶν ἀρτηριῶν, καὶ καθ᾽ ἑκάτερόν γε τῶν χιτώνων ἴδιος ἀλλοιωτικὴ δύναμις ἐκ τοῦ [p. 14] παρὰ τῆς μητρὸς ἐπιμηνίου γεννήσασα τὸ μόριον, ὥστε τὰς κατὰ μέρος ἀλλοιωτικὰς δυνάμεις τοσαύτας εἶναι καθ᾽ ἕκαστον ζῷον, ὅσαπερ ἂν ἔχῃ τὰ στοιχειώδη μόρια. καὶ μέν γε καὶ τὰς ἐνεργείας ἰδίας ἑκάστῳ τῶν κατὰ μέρος ἀναγκαῖον ὑπάρχειν ὥσπερ καὶ τὰς χρείας, οἷον καὶ τῶν ἀπὸ τῶν νεφρῶν εἰς τὴν κύστιν διηκόντων πόρων, οἳ δὴ καὶ οὐρητῆρες καλοῦνται. οὗτοι [p. 24] γὰρ οὔτ᾽ ἀρτηρίαι εἰσίν, ὅτι μήτε σφύζουσι μήτ᾽ ἐκ δυοῖν χιτώνων συνεστήκασιν, οὔτε φλέβες, ὅτι μήθ᾽ αἷμα περιέχουσι μήτ᾽ ἔοικεν αὐτῶν χιτὼν κατά τι τῷ τῆς φλεβός: ἀλλὰ καὶ νεύρων ἐπὶ πλέον ἀφεστήκασιν τῶν εἰρημένων.

τί ποτ᾽ οὖν εἰσιν; ἐρωτᾷ τις, ὥσπερ ἀναγκαῖον ὂν ἅπαν μόριον ἀρτηρίαν φλέβα νεῦρον ὑπάρχειν ἐκ τούτων πεπλέχθαι καὶ μὴ τοῦτ᾽ αὐτὸ τὸ νῦν λεγόμενον, ὡς ἴδιος ἑκάστῳ τῶν κατὰ μέρος ὀργάνων ἐστὶν οὐσία. καὶ γὰρ καὶ αἱ κύστεις ἑκάτεραι τε τὸ οὖρον ὑποδεχομένη καὶ τὴν ξανθὴν χολὴν οὐ μόνον τῶν ἄλλων ἁπάντων ἀλλὰ καὶ ἀλλήλων διαφέρουσι καὶ οἱ εἰς τὸ ἧπαρ [p. 15] ἀποφυόμενοι πόροι, καθάπερ στόμαχοί τινες ἀπὸ τῆς χοληδόχου κύστεως, οὐδὲν οὔτ᾽ ἀρτηρίαις οὔτε φλεψὶν οὔτε νεύροις ἐοίκασιν. ἀλλὰ περὶ μὲν τούτων ἐπὶ πλέον ἐν ἄλλοις τέ τισι κἀν τοῖς περὶ τῆς Ἱπποκράτους ἀνατομῆς εἴρηται.

αἱ δὲ κατὰ μέρος ἅπασαι δυνάμεις τῆς φύσεως αἱ ἀλλοιωτικαὶ αὐτὴν μὲν τὴν οὐσίαν τῶν χιτώνων τῆς κοιλίας καὶ τῶν ἐντέρων καὶ τῶν ὑστερῶν ἀπετέλεσαν, οἵαπέρ ἐστι: τὴν δὲ σύνθεσιν αὐτῶν καὶ τὴν τῶν ἐμφυομένων πλοκὴν καὶ τὴν εἰς τὸ ἔντερον ἐκφυσιν καὶ τὴν τῆς ἔνδον κοιλότητος ἰδέαν καὶ τἆλλ᾽ ὅσα τοιαῦτα δύναμίς τις ἑτέρα διέπλασεν, ἣν διαπλαστικὴν ὀνομάζομεν, ἣν δὴ καὶ τεχνικὴν εἶναι λέγομεν, μᾶλλον δ᾽ ἀρίστην καὶ ἄκραν τέχνην καὶ πάντα τινὸς ἕνεκα ποιοῦσαν, ὡς μηδὲν ἀργὸν εἶναι μηδὲ περιττὸν μηδ᾽ ὅλως [p. 26] οὕτως ἔχον, ὡς δύνασθαι βέλτιον ἑτέρως ἔχειν. ἀλλὰ τοῦτο μὲν ἐν τοῖς περὶ χρείας μορίων ἀπδείξομεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (A.J. Brock, 1916)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: