previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἐρασίστρατος δ᾽ οὐκ οἶδ᾽ ὅπως ἑτέραις μέν τισι δόξαις εὐήθεσιν ἀντεῖπε διὰ μακρῶν, ὑπερέβη δὲ τελέως τὴν Ἱπποκράτους, οὐδ᾽ ἄχρι τοῦ μνημονεῦσαι μόνον αὐτῆς, ὡς ἐν τοῖς περὶ καταπόσεως ἐποίησεν, ἀξιώσας. ἐν ἐκείνοις μὲν γὰρ ἄχρι τοσούτου φαίνεται μνημονεύων, ὡς τοὔνομ᾽ εἰπεῖν τῆς ὁλκῆς μόνον ὧδέ πως γράφων:

"Ὁλκὴ μὲν οὖν τῆς κοιλίας οὐδεμία φαίνεται [p. 61] εἶναι": περὶ δὲ τῆς ἀναδόσεως τὸν λόγον ποιούμενος οὐδ᾽ ἄχρι συλλαβῆς μιᾶς ἐμνημόνευσε τῆς Ἱπποκρατείου δόξης. καίτοι γ᾽ ἐπήρκεσεν ἂν ἡμῖν, εἰ καὶ τοῦτ᾽ ἔγραψε μόνον, ὡς Ἱπποκράτης εἰπὼν "Σάρκες ὁλκοὶ καὶ ἐκ κοιλίης καὶ ἔξωθεν" ψεύδεται: οὔτε γὰρ ἐκ τῆς κοιλίας οὔτ᾽ ἔξωθεν ἕλκειν δύνανται. εἰ δὲ καὶ ὅτι μήτρας αἰτιώμενος ἄρρωστον αὐχένα κακῶς εἶπεν "Οὐ γὰρ δύναται αὐτέης στόμαχος εἰρύσαι τὴν γονήν," εἰ καί τι τοιοῦτον ἄλλο γράφειν Ἐρασίστρατος ἠξίωσε, τότ᾽ ἂν καὶ ἡμεῖς πρὸς αὐτὸν ἀπολογούμενοι εἴπομεν:

γενναῖε, μὴ Ρ῾ητορικῶς ἡμῶν κατάτρεχε χωρὶς ἀποδείξεως, ἀλλ᾽ εἰπέ τινα κατηγορίαν τοῦ δόγματος, ἵν᾽ πεισθῶμέν σοι ὡς καλῶς ἐξέλεγχοντι τὸν παλαιὸν λόγον μεταπείσωμεν [p. 96] ὡς ἀγνοοῦντα. καίτοι τί λέγω Ρ῾ητορικῶς; μὴ γάρ, ἐπειδή τινες τῶν Ρ῾ητόρων, μάλιστ᾽ ἀδυνατοῦσι διαλύεσθαι, ταῦτα διαγελάσαντες οὐδ᾽ ἐπιχειροῦσιν ἀντιλέγειν, ἤδη που τοῦτο καὶ ἡμεῖς ἡγώμεθ᾽ εἶναι τὸ Ρ῾ητορικῶς: τὸ γὰρ διὰ λόγου [p. 62] πιθανοῦ ἐστι τὸ Ρ῾ητορικῶς, τὸ δ᾽ ἄνευ λόγου βωμολοχικόν, οὐ Ρ῾ητορικόν. οὔκουν οὔτε Ρ῾ητορικῶς οὔτε διαλεκτικῶς ἀντεῖπεν Ἐρασίστρατος ἐν τῷ περὶ τῆς καταπόσεως λόγῳ. τί γάρ φησιν; "Ὁλκὴ μὲν οὖν τῆς κοιλίας οὐδεμία φαίνεται εἶναι." πάλιν οὖν αὐτῷ παρ᾽ ἡμῶν ἀντιμαρτυρῶν αὐτὸς λόγος ἀντιπαραβαλλέσθω: περιστολὴ μὲν οὖν τοῦ στομάχου οὐδεμία φαίνεται εἶναι. καὶ πῶς οὐ φαίνεται; τάχ᾽ ἂν ἴσως εἴποι τις τῶν ἀπ᾽ αὐτοῦ: τὸ γὰρ ἀεὶ τῶν ἄνωθεν αὐτοῦ μερῶν συστελλομένων διαστέλλεσθαι τὰ κάτω πῶς οὐκ ἔστι τῆς περιστολῆς ἐνδεικτικόν; αὖθις οὖν ἡμεῖς, καὶ πῶς οὐ φαίνεται, φήσομεν, τῆς κοιλίας ὁλκή; τὸ γὰρ ἀεὶ τῶν κάτωθεν μερῶν τοῦ στομάχου διαστελλομένων συστέλλεσθαι τὰ ἄνω πῶς οὐκ ἔστι τῆς ὁλκῆς ἐνδεικτικόν; εἰ δὲ σωφρονήσειέ ποτε καὶ γνοίη τὸ φαινόμενον τοῦτο μηδὲν μᾶλλον τῆς ἑτέρας τῶν δοξῶν ὑπάρχειν ἐνδεικτικὸν ἀλλ᾽ ἀμφοτέρων εἶναι κοινόν, οὕτως ἂν ἤδη δείξαιμεν αὐτῷ τὴν ὀρθὴν ὁδὸν τῆς τοῦ ἀληθοῦς εὑρέσεως.

ἀλλὰ περὶ μὲν τῆς κοιλίας αὖθις. δὲ τῆς [p. 63] τροφῆς ἀνάδοσις οὐδὲν δεῖται τῆς πρὸς τὸ κενούμενον ἀκολουθίας ἅπαξ γε τῆς ἑλκτικῆς δυνάμεως [p. 98] ἐπὶ τῶν νεφρῶν ὡμολογημένης, ἣν καίτοι πάνυ σαφῶς ἀληθῆ γιγνώσκων ὑπάρχειν Ἐρασίστρατος οὔτ᾽ ἐμνημόνευσεν οὔτ᾽ ἀντεῖπεν οὔθ᾽ ὅλως ἀπεφήνατο, τίν᾽ ἔχει δόξαν ὑπὲρ τῆς τῶν οὔρων διακρίσεως.

διὰ τί προειπὼν εὐθὺς κατ᾽ ἀρχὰς τῶν καθ᾽ ὅλου λόγων, ὡς ὑπὲρ τῶν φυσικῶν ἐνεργειῶν ἐρεῖ, πρῶτον τίνες τ᾽ εἰσὶ καὶ πῶς γίγνονται καὶ διὰ τίνων τόπων, ἐπὶ τῆς τῶν οὔρων διακρίσεως, ὅτι μὲν διὰ νεφρῶν, ἀπεφήνατο, τὸ δ᾽ ὅπως γίγνεται παρέλιπε; μάτην οὖν ἡμᾶς καὶ περὶ τῆς πέψεως ἐδίδαξεν, ὅπως γίγνεται, καὶ περὶ τῆς τοῦ χολώδους περιττώματος διακρίσεως κατατρίβει. ἤρκει γὰρ εἰπεῖν κἀνταῦθα τὰ μόρια, δι᾽ ὧν γίγνεται, τὸ δ᾽ ὅπως παραλιπεῖν. ἀλλὰ περὶ μὲν ἐκείνων εἶχε λέγειν, οὐ μόνον δι᾽ ὧν ὀργάνων ἀλλὰ καὶ καθ᾽ ὅντινα γίγνεται τρόπον, ὥσπερ οἶμαι καὶ περὶ τῆς ἀναδόσεως: οὐ γὰρ ἤρκεσεν εἰπεῖν αὐτῷ μόνον, ὅτι διὰ φλεβῶν, ἀλλὰ καὶ πῶς ἐπεξῆλθεν, ὅτι τῇ [p. 64] πρὸς τὸ κενούμενον ἀκολουθίᾳ: περὶ δὲ τῶν οὔρων τῆς διακρίσεως, ὅτι μὲν διὰ νεφρῶν γίγνεται, γράφει, τὸ δ᾽ ὅπως οὐκέτι προστίθησιν. οὐδὲ γὰρ οἶμαι τῇ πρὸς τὸ κενούμενον ἀκολουθίᾳ ἦν εἰπεῖν: οὕτω γὰρ ἂν οὐδεὶς ὑπ᾽ ἰσχουρίας ἀπέθανεν οὐδέποτε μὴ δυναμένου πλείονος ἐπιρρυῆναί [p. 100] ποτε παρὰ τὸ κενούμενον: ἄλλης γὰρ αἰτίας μηδεμιᾶς προστεθείσης, ἀλλὰ μόνης τῆς πρὸς τὸ κενούμενον ἀκολουθίας ποδηγούσης τὸ συνεχές, οὐκ ἐγχωρεῖ πλέον ἐπιρρυῆναί ποτε τοῦ κενουμένου. ἀλλ᾽ οὐδ᾽ ἄλλην τινὰ προσθεῖναι πιθανὴν αἰτίαν εἶχεν, ὡς ἐπὶ τῆς ἀναδόσεως τὴν ἔκθλιψιν τῆς γαστρός. ἀλλ᾽ αὕτη γ᾽ ἐπὶ τοῦ κατὰ τὴν κοίλην αἵματος ἀπωλώλει τελέως, οὐ τῷ μήκει μόνον τῆς ἀποστάσεως ἐκλυθεῖσα, ἀλλὰ καὶ τῷ τὴν καρδίαν ὑπερκειμένην ἐξαρπάζειν αὐτῆς σφοδρῶς καθ᾽ ἑκάστην διαστολὴν οὐκ ὀλίγον αἷμα.

μόνη δή τις ἔτι καὶ πάντων ἔρημος ἀπελείπετο τῶν σοφισμάτων ἐν τοῖς κάτω τῆς κοίης πρὸς [p. 65] τὸ κενούμενον ἀκολουθία, διά τε τοὺς ἐπὶ ταῖς ἰσχουρίαις ἀποθνήσκοντας ἀπολωλεκυῖα τὴν πιθανότητα καὶ διὰ τὴν τῶν νεφρῶν θέσιν οὐδὲν ἧττον. εἰ μὲν γὰρ ἅπαν ἐπ᾽ αὐτοὺς ἐφέρετο τὸ αἷμα, δεόντως ἄν τις ἅπαν ἔφασκεν αὐτὸ καθαίρεσθαι. νυνὶ δέ, οὐ γὰρ ὅλον ἀλλὰ τοσοῦτον αὐτοῦ μέρος, ὅσον αἱ μέχρι νεφρῶν δέχονται φλέβες, ἐπ᾽ αὐτοὺς ἔρχεται, μόνον ἐκεῖνο καθαρθήσεται. καὶ τὸ μὲν ὀρρῶδες αὐτοῦ καὶ λεπτὸν οἷον δι᾽ ἠθμῶν τινων τῶν νεφρῶν διαδύσεται: τὸ δ᾽ αἱματῶδές τε καὶ παχὺ κατὰ τὰς φλέβας ὑπομένον ἐμποδὼν στήσεται τῷ κατόπιν ἐπιρρέοντι. παλινδρομεῖν οὖν αὐτὸ πρότερον ἐπὶ τὴν κοίλην ἀναγκαῖον καὶ κενὰς οὕτως ἐργάζεσθαι τὰς ἐπὶ τοὺς νεφροὺς ἰούσας φλέβας, αἳ δεύτερον οὐκέτι [p. 102] παρακομιοῦσιν ἐπ᾽ αὐτοὺς ἀκάθαρτον αἷμα: κατειληφότος γὰρ αὐτὰς τοῦ προτέρου πάροδος οὐδεμία λέλειπται. τίς οὖν ἡμῖν δύναμις ἀπάξει πάλιν ὀπίσω τῶν νεφρῶν τὸ καθαρὸν αἷμα; τίς δὲ τοῦτο μὲν διαδεξαμένη κελεύσει πάλιν πρὸς τὸ κάτω μέρος ἰέναι τῆς κοίλης, ἑτέρῳ δ᾽ ἄνωθεν [p. 66] ἐπιφερομένῳ προστάξει, πρὶν ἐπὶ τοὺς νεφροὺς ἀπελθεῖν, μὴ φέρεσθαι κάτω;

ταῦτ᾽ οὖν ἅπαντα συνιδὼν Ἐρασίστρατος ἀποριῶν μεστὰ καὶ μίαν μόνην δόξαν εὔπορον εὑρὼν ἐν ἅπασι τὴν τῆς ὁλκῆς, οὔτ᾽ ἀπορεῖσθαι βουλόμενος οὔτε τὴν Ἱπποκράτους ἐθέλων λέγειν ἄμεινον ὑπέλαβε σιωπητέον εἶναι περὶ τοῦ τρόπου τῆς διακρίσεως.

ἀλλ᾽ εἰ κἀκεῖνος ἐσίγησεν, ἡμεῖς οὐ σιωπήσομεν: ἴσμεν γάρ, ὡς οὐκ ἐνδέχεται παρελθόντα τὴν Ἱπποκράτειον δόξαν, εἶθ᾽ ἕτερόν τι περὶ νεφρῶν ἐνεργείας εἰπόντα μὴ οὐ καταγέλαστον εἶναι παντάπασι. διὰ τοῦτ᾽ Ἐρασίστρατος μὲν ἐσιώπησεν, Ἀσκληπιάδης δ᾽ ἐψεύσατο παραπλησίως οἰκέταις λάλοις μὲν τὰ πρόσθεν τοῦ βίου καὶ πολλὰ πολλάκις ἐγκλήματα διαλυσαμένοις ὑπὸ περιττῆς πανουργίας, ἐπ᾽ αὐτοφώρῳ δέ ποτε κατειλημμένοις, εἶτ᾽ οὐδὲν ἐξευρίσκουσι σόφισμα κἄπειτ᾽ ἐνταῦθα τοῦ μὲν αἰδημονεστέρου σιωπῶντος, οἷον ἀποπληξίᾳ τινὶ κατειλημμένου, τοῦ δ᾽ ἀναισχυντοτέρου κρύπτοντος μὲν ἔθ᾽ ὑπὸ μάλης τὸ ζητούμενον, ἐξομνυμένου δὲ καὶ μηδ᾽ ἑωρακέναι πώποτε φάσκοντος. οὕτω γάρ τοι καὶ [p. 67] Ἀσκληπιάδης ἐπιλειπόντων αὐτὸν τῶν τῆς πανουργίας σοφισμάτων καὶ μήτε τῆς πρὸς τὸ λεπτομερὲς [p. 104] φορᾶς ἐχούσης ἔτι χώραν ἐνταυθοῖ ληρεῖσθαι μήθ᾽ ὡς ὑπὸ τῶν νεφρῶν γεννᾶται τουτὶ τὸ περίττωμα, καθάπερ ὑπὸ τῶν ἐν ἥπατι πόρων χολή, δυνατὸν ὂν εἰπόντα μὴ οὐ μέγιστον ὀφλεῖν γέλωτα, ἐξόμνυταί τε καὶ ψεύδεται φανερῶς, οὐ διήκειν λέγων ἐπὶ τοὺς νεφροὺς τὸ οὖρον ἀλλ᾽ ἀτμοειδῶς εὐθὺς ἐκ τῶν κατὰ τὴν κοίλην μερῶν εἰς τὴν κύστιν ἀθροίζεσθαι.

οὗτοι μὲν οὖν τοῖς ἐπ᾽ αὐτοφώρῳ κατειλημμένοις οἰκέταις ὁμοίως ἐκπλαγέντες μὲν ἐσιώπησεν, δ᾽ ἀναισχύντως ψεύδεται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (A.J. Brock, 1916)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: