Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[p. 422]

ΕΥΡΩΠΗ


Εὐρώπῃ ποτὲ Κύπρις ἐπὶ γλυκὺν ἧκεν ὄνειρον,
νυκτὸς ὅτε τρίτατον λάχος ἵσταται, ἐγγύθι δ̓ ἠώς,
ὕπνος ὅτε γλυκίων μέλιτος βλεφάροισιν ἐφίζων
λυσιμελὴς πεδάᾳ μαλακῷ κατὰ φάεα δεσμῷ,
5εὖτε καὶ ἀτρεκέων ποιμαίνεται ἔθνος ὀνείρων:
τῆμος ὑπωροφίοισιν ἐνὶ κνώσσουσα δόμοισι
Φοίνικος θυγάτηρ ἔτι παρθένος Εὐρώπεια
ὠίσατ̓ ἠπείρους δοιὰς περὶ εἷο μάχεσθαι,
ἄσσιον ἀντιπέρην τε: φυὴν δ̓ ἔχον οἷα γυναῖκες.
10τῶν δ̓ μὲν ξείνης μορφὴν ἔχεν, δ̓ ἄῤ ἐῴκει
ἐνδαπίῃ, καὶ μᾶλλον ἑῆς περιίσχετο κούρης,
φάσκεν δ̓ ὥς μιν ἔτικτε καὶ ὡς ἀτίτηλέ μιν αὐτή.
δ̓ ἑτέρη κρατερῇσι βιωομένη παλάμῃσιν
εἴρυεν οὐκ ἀέκουσαν, ἐπεὶ φάτο μόρσιμον εἷο
15ἐκ Διὸς αἰγιόχου γέρας ἔμμεναι Εὐρώπειαν.
δ̓ ἀπὸ μὲν στρωτῶν λεχέων θόρε δειμαίνουσα,
παλλομένη κραδίην: τὸ γὰρ ὡς ὕπαρ εἶδεν ὄνειρον.
ἑζομένη δ̓ ἐπὶ δηρὸν ἀκὴν ἔχεν, ἀμφοτέρας δὲ
εἰσέτι πεπταμένοισιν ἐν ὄμμασιν εἶχε γυναῖκας.
20ὀψὲ δὲ δειμαλέην ἀνενείκατο παρθένον αὐδήν:
τίς μοι τοιάδε φάσματ̓ ἐπουρανίων προΐηλεν; [p. 430]
ποῖοί με στρωτῶν λεχέων ὕπερ ἐν θαλάμοισιν
ἡδὺ μάλα κνώσσουσαν ἀνεπτοίησαν ὄνειροι,
τίς δ̓ ἦν ξείνη, τὴν εἴσιδον ὑπνώουσα;
25ὥς μ̓ ἔλαβε κραδίην κείνης πόθος, ὥς με καὶ αὐτὴ
ἀσπασίως ὑπέδεκτο καὶ ὡς σφετέρην ἴδε παῖδα.
ἀλλά μοι εἰς ἀγαθὸν μάκαρες κρήνειαν ὄνειρον.’
ὣς εἰποῦς᾿ ἀνόρουσε, φίλας δ̓ ἐπεδίζεθ̓ ἑταίρας
ἥλικας οἰέτεας θυμήρεας εὐπατερείας,
30τῇσιν ἀεὶ συνάθυρεν, ὅτ̓ ἐς χορὸν ἐντύνοιτο,
ὅτε φαιδρύνοιτο χρόα προχοῇσιν ἀναύρων,
ὁπότ̓ ἐκ λειμῶνος ἐΰπνοα λείρἰ ἀμέργοι.
αἳ δέ οἱ αἶψα φάανθεν: ἔχον δ̓ ἐν χερσὶν ἑκάστη
ἀνθοδόκον τάλαρον: ποτὶ δὲ λειμῶνας ἔβαινον
35ἀγχιάλους, ὅθι τ̓ αἰὲν ὁμιλαδὸν ἠγερέθοντο
τερπόμεναι ῥοδέῃ τε φυῇ καὶ κύματος ἠχῇ.
αὐτὴ δὲ χρύσεον τάλαρον φέρεν Εὐρώπεια,
θηητόν, μέγα θαῦμα, μέγαν πόνον Ἡφαίστοιο,
ὃν Λιβύῃ πόρε δῶρον, ὅτ̓ ἐς λέχος Ἐννοσιγαίου
40ἤϊεν: δὲ πόρεν περικαλλέϊ Τηλεφαάσσῃ,
ἥτε οἱ αἵματος ἔσκεν: ἀνύμφῳ δ̓ Εὐρωπείῃ
μήτηρ Τηλεφάσσα περικλυτὸν ὤπασε δῶρον.
ἐν τῷ δαίδαλα πολλὰ τετεύχατο μαρμαίροντα.
ἐν μὲν ἔην χρυσοῖο τετυγμένη Ἰναχὶς Ἰώ,
45εἰσέτι πόρτις ἐοῦσα, φυὴν δ̓ οὐκ εἶχε γυναίην.
φοιταλέη δὲ πόδεσσιν ἐφ̓ ἁλμυρὰ βαῖνε κέλευθα,
νηχομένῃ ἰκέλη: κυανῆ δ̓ ἐτέτυκτο θάλασσα.
δοιοὶ δ̓ ἕστασαν ὑψοῦ ἐπ̓ ὀφρύος αἰγιαλοῖο [p. 432]
φῶτες ἀολλήδην, θηεῦντο δὲ ποντοπόρον βοῦν.
50ἐν δ̓ ἦν Ζεὺς Κρονίδης ἐπαφώμενος ἠρέμα χερσὶ
πόρτιος Ἰναχίης, τὴν δ̓ ἑπταπόρῳ παρὰ Νείλῳ
ἐκ βοὸς εὐκεράοιο πάλιν μετάμειβε γυναῖκα.
ἀργύρεος μὲν ἔην Νείλου ῥόος, δ̓ ἄρα πόρτις
χαλκείη, χρυσοῦ δὲ τετυγμένος αὐτὸς ἔην Ζεύς.
55ἀμφὶ δὲ δινήεντος ὑπὸ στεφάνην ταλάροιο
Ἑρμείης ἤσκητο: πέλας δέ οἱ ἐκτετάνυστο
Ἄργος ἀκοιμήτοισι κεκασμένος ὀφθαλμοῖσι.
τοῖο δὲ φοινήεντος ἀφ̓ αἵματος ἐξανέτελλεν
ὄρνις ἀγαλλόμενος πτερύγων πολυανθέϊ χροιῇ,
60ταρσὸν ἀναπλώσας ὡσείτε τις ὠκύαλος νηῦς:
χρυσείου ταλάροιο περίσκεπε χείλεα ταρσός.
τοῖος ἔην τάλαρος περικαλλέος Εὐρωπείης.
αἳ δ̓ ἐπεὶ οὖν λειμῶνας ἐς ἀνθεμόεντας ἵκανον,
ἄλλη ἐπ̓ ἀλλοίοισι τότ̓ ἄνθεσι θυμὸν ἔτερπον.
65τῶν μὲν νάρκισσον ἐΰπνοον, δ̓ ὑάκινθον,
δ̓ ἴον, δ̓ ἕρπυλλον ἀπαίνυτο: πολλὰ δ̓ ἔραζε
λειμώνων ἐαροτρεφέων θαλέθεσκε πέτηλα.
αἳ δ̓ αὖτε ξανθοῖο κρόκου θυόεσσαν ἔθειραν
δρέπτον ἐριδμαίνουσαι, ἀτὰρ μεσσίστη ἄνασσα
70ἀγλαΐην πυρσοῖο ῥόδου χείρεσσι λέγουσα,
οἷά περ ἐν Χαρίτεσσι διέπρεπεν Ἀφρογένεια.
οὐ μὴν δηρὸν ἔμελλεν ἐπ̓ ἄνθεσι θυμὸν ἰαίνειν,
οὐδ̓ ἄρα παρθενίην μίτρην ἄχραντον ἔρυσθαι.
γὰρ δὴ Κρονίδης ὥς μιν φράσαθ̓, ὡς ἐόλητο [p. 434]
75θυμὸν ἀνωίστοισιν ὑποδμηθεὶς βελέεσσι
Κύπριδος, μούνη δύναται καὶ Ζῆνα δαμάσσαι.
δὴ γὰρ ἀλευόμενός τε χόλον ζηλήμονος Ἥρης
παρθενικῆς τ̓ ἐθέλων ἀταλὸν νόον ἐξαπατῆσαι
κρύψε θεὸν καὶ τρέψε δέμας καὶ γείνετο ταῦρος,
80οὐχ οἷος σταθμοῖς ἐνιφέρβεται, οὐδὲ μὲν οἷος
ὦλκα διατμήγει σύρων εὐκαμπὲς ἄροτρον,
οὐδ̓ οἷος ποίμνης ἐπιβόσκεται, οὐδὲ μὲν οἷος
ὅστις ὑποδμηθεὶς ἐρύει πολύφορτον ἀπήνην.
τοῦ δή τοι τὸ μὲν ἄλλο δέμας ξανθόχροον ἔσκε,
85κύκλος δ̓ ἀργύφεος μέσσῳ μάρμαιρε μετώπῳ,
ὄσσε δ̓ ὑπογλαύσσεσκε καὶ ἵμερον ἀστράπτεσκεν.
ἶσά τ̓ ἐπ̓ ἀλλήλοισι κέρα ἀνέτελλε καρήνου
ἄντυγος ἡμιτόμου κεραῆς ἅτε κύκλα σελήνης.
ἤλυθε δ̓ ἐς λειμῶνα καὶ οὐκ ἐφόβησε φαανθεὶς
90παρθενικάς, πάσῃσι δ̓ ἔρως γένετ̓ ἐγγὺς ἱκέσθαι
ψαῦσαι θ̓ ἱμερτοῖο βοός, τοῦ δ̓ ἄμβροτος ὀδμὴ
τηλόθι καὶ λειμῶνος ἐκαίνυτο λαρὸν ἀϋτμήν.
στῆ δὲ ποδῶν προπάροιθεν ἀμύμονος Εὐρωπείης,
καί οἱ λιχμάζεσκε δέρην, κατέθελγε δὲ κούρην.
95 δέ μιν ἀμφαφάασκε καὶ ἠρέμα χείρεσιν ἀφρὸν
πολλὸν ἀπὸ στομάτων ἀπομόργνυτο, καὶ κύσε ταῦρον.
αὐτὰρ μειλίχιον μυκήσατο: φαῖό κεν αὐλοῦ
Μυγδονίου γλυκὺν ἦχον ἀνηπύοντος ἀκούειν.
ὤκλασε δὲ πρὸ ποδοῖιν, ἐδέρκετο δ̓ Εὐρώπειαν
100αὐχέν̓ ἐπιστρέψας καί οἱ πλατὺ δείκνυε νῶτον.
δὲ βαθυπλοκάμοισι μετέννεπε παρθενικῇσι: [p. 436]
δεῦθ̓ ἑτάραι φίλιαι καὶ ὁμήλικες, ὄφῤ ἐπὶ τῷδε
ἑζόμεναι ταύρῳ τερπώμεθα: δὴ γὰρ ἁπάσας
νῶτον ὑποστορέσας ἀναδέξεται, οἷά τ̓ ἐνηὴς
105πρηΰς τ̓ εἰσιδέειν καὶ μείλιχος, οὐδέ τι ταύροις
ἄλλοισι προσέοικε: νόος δέ οἱ ἠΰτε φωτὸς
αἴσιμος ἀμφιθέει, μούνης δ̓ ἐπιδεύεται αὐδῆς.’
ὣς φαμένη νώτοισιν ἐφίζανε μειδιόωσα,
αἱ δ̓ ἄλλαι μέλλεσκον. ἄφαρ δ̓ ἀνεπήλατο ταῦρος,
110ἣν θέλεν ἁρπάξας: ὠκὺς δ̓ ἐπὶ πόντον ἵκανεν.
δὲ μεταστρεφθεῖσα φίλας καλέεσκεν ἑταίρας
χεῖρας ὀρεγνυμένη, ταὶ δ̓ οὐκ ἐδύναντο κιχάνειν.
ἀκτάων δ̓ ἐπιβὰς πρόσσω θέεν ἠΰτε δελφὶς
χηλαῖς ἀβρεκτοῖσιν ἐπ̓ εὐρέα κύματα βαίνων.
115 δὲ τότ̓ ἐρχομένοιο γαληνιάασκε θάλασσα,
κήτεα δ̓ ἀμφὶς ἄταλλε Διὸς προπάροιθε ποδοῖιν,
γηθόσυνος δ̓ ὑπὲρ οἶδμα κυβίστεε βυσσόθε δελφίς:
Νηρεΐδες δ̓ ἀνέδυσαν ὑπὲξ ἁλός, αἳ δ̓ ἄρα πᾶσαι
κητείοις νώτοισιν ἐφήμεναι ἐστιχόωντο.
120καὶ δ̓ αὐτὸς βαρύδουπος ὑπείραλος Ἐννοσίγαιος
κῦμα κατιθύνων ἁλίης ἠγεῖτο κελεύθου
αὐτοκασιγνήτῳ: τοὶ δ̓ ἀμφί μιν ἠγερέθοντο
Τρίτωνες, πόντοιο βαρύθροοι αὐλητῆρες,
κόχλοισιν ταναοῖς γάμιον μέλος ἠπύοντες.
125 δ̓ ἄῤ ἐφεζομένη Ζηνὸς βοέοις ἐπὶ νώτοις
τῇ μὲν ἔχεν ταύρου δολιχὸν κέρας, ἐν χερὶ δ̓ ἄλλῃ
εἴρυε πορφυρέην κολποῦ πτύχα, ὄφρά κε μή μιν
δεύοι ἐφελκόμενον πολιῆς ἁλὸς ἄσπετον ὕδωρ. [p. 438]
κολπώθη δ̓ ὤμοισι πέπλος βαθὺς Εὐρωπείης,
130ἱστίον οἷά τε νηός, ἐλαφρίζεσκε δὲ κούρην.
δ̓ ὅτε δὴ γαίης ἀπὸ πατρίδος ἦεν ἄνευθεν,
φαίνετο δ̓ οὔτ̓ ἀκτή τις ἁλίρροθος οὔτ̓ ὄρος αἰπύ,
ἀλλ̓ ἀὴρ μὲν ἄνωθεν, ἔνερθε δὲ πόντος ἀπείρων,
ἀμφί παπτήνασα τόσην ἀνενείκατο φωνήν:
135πῇ με φέρεις θεόταυρε; τίς ἔπλεο; πῶς δὲ κέλευθα
ἀργαλἔ εἰλιπόδεσσι διέρχεαι, οὐδὲ θάλασσαν
δειμαίνεις; νηυσὶν γὰρ ἐπίδρομός ἐστι θάλασσα
ὠκυάλοις, ταῦροι δ̓ ἁλίην τρομέουσιν ἀταρπόν.
ποῖόν τοι ποτὸν ἡδύ; τίς ἐξ ἁλὸς ἔσσετ̓ ἐδωδή;
140 ἄρα τις θεός ἐσσι: θεοῖς γ̓ ἐπεοικότα ῥέζεις.
οὔθ̓ ἅλιοι δελφῖνες ἐπὶ χθονὸς οὔτε τι ταῦροι
ἐν πόντῳ στιχόωσι, σὺ δὲ χθόνα καὶ κατὰ πόντον
ἄτρομος ἀΐσσεις, χηλαὶ δέ τοί εἰσιν ἐρετμά.
τάχα καὶ γλαυκῆς ὑπὲρ ἠέρος ὑψός᾿ ἀερθεὶς
145εἴκελος αἰψηροῖσι πετήσεαι οἰωνοῖσιν.
ὤμοι ἐγὼ μέγα δή τι δυσάμμορος, ῥά τε δῶμα
πατρὸς ἀποπρολιποῦσα καὶ ἑσπομένη βοΐ τῷδε
ξείνην ναυτιλίην ἐφέπω καὶ πλάζομαι οἴη.
ἀλλὰ σύ μοι μεδέων πολιῆς ἁλὸς Ἐννοσίγαιε
150ἵλαος ἀντιάσειας, ὃν ἔλπομαι εἰσοράασθαι
τόνδε κατιθύνοντα πόρον προκέλευθον ἐμεῖο.
οὐκ ἀθεεὶ γὰρ ταῦτα διέρχομαι ὑγρὰ κέλευθα.’
ὣς φάτο: τὴν δ̓ ὧδε προσεφώνεεν ἠΰκερως βοῦς:
θάρσει παρθενική, μὴ δείδιθι πόντιον οἶδμα.
155αὐτός τοι Ζεύς εἰμι, κεἰ ἐγγύθεν εἴδομαι εἶναι
ταῦρος: ἐπεὶ δύναμαί γε φανήμεναι ὅττι θέλοιμι. [p. 440]
σὸς δὲ πόθος μ̓ ἀνέηκε τόσην ἅλα μετρήσασθαι
ταύρῳ ἐειδόμενον: Κρήτη δέ σε δέξεται ἤδη,
μ̓ ἔθρεψε καὶ αὐτόν, ὅπῃ νυμφήϊα σεῖο
160ἔσσεται: ἐξ ἐμέθεν δὲ κλυτοὺς φιτύσεαι υἷας,
οἳ σκηπτοῦχοι ἄνακτες ἐπὶ χθονίοισιν ἔσονται.’
ὣς φάτο: καὶ τετέλεστο τά περ φάτο. Φαίνετο μὲν δὴ
Κρήτη, Ζεὺς δὲ πάλιν σφετέρην ἀνελάζετο μορφήν,
λῦσε δέ οἱ μίτρην, καί οἱ λέχος ἔντυον Ὧραι.
165 δὲ πάρος κούρη Ζηνὸς γένετ̓ αὐτίκα νύμφη,
καὶ Κρονίδῃ τέκνα τίκτε καὶ αὐτίκα γίνετο μήτηρ. [p. 444]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: