Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[29]
ἀκούετε, ὦ ἄνδρες,
τῆς προκλήσεως. ἅμα τοίνυν ταύτην Λεωκράτης1 οὐκ ἐδέχετο καὶ κατεμαρτύρει αὑτοῦ ὅτι προδότης τῆς
πατρίδος ἐστίν: ὁ γὰρ τὸν παρὰ τῶν2 συνειδότων ἔλεγχον φυγὼν ὡμολόγηκεν
ἀληθῆ εἶναι τὰ εἰσηγγελμένα. τίς γὰρ ὑμῶν οὐκ οἶδεν ὅτι περὶ τῶν
ἀμφισβητουμένων πολὺ δοκεῖ δικαιότατον καὶ δημοτικώτατον3 εἶναι, ὅταν οἰκέται ἢ
θεράπαιναι συνειδῶσιν ἃ δεῖ, τούτους ἐλέγχειν καὶ βασανίζειν, καὶ τοῖς
ἔργοις μᾶλλον ἢ τοῖς λόγοις πιστεύειν, ἄλλως τε καὶ περὶ πραγμάτων κοινῶν
καὶ μεγάλων καὶ συμφερόντων τῇ πόλει;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.