previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[100] διὸ καὶ δικαίως ἄν τις Εὐριπίδην ἐπαινέσειεν, ὅτι τά τ᾽ ἄλλ᾽ ὢν1 ἀγαθὸς ποιητὴς καὶ τοῦτον τὸν μῦθον προείλετο ποιῆσαι, ἡγούμενος κάλλιστον ἂν γενέσθαι τοῖς πολίταις παράδειγμα τὰς ἐκείνων πράξεις, πρὸς ἃς ἀποβλέποντας καὶ θεωροῦντας συνεθίζεσθαι ταῖς ψυχαῖς τὸ τὴν πατρίδα φιλεῖν. ἄξιον δ᾽, ἄνδρες δικασταί, καὶ τῶν ἰαμβείων ἀκοῦσαι, πεποίηκε λέγουσαν τὴν μητέρα τῆς παιδός. ὄψεσθε γὰρ ἐν αὐτοῖς μεγαλοψυχίαν καὶ γενναιότητα ἀξίαν καὶ τῆς πόλεως καὶ τοῦ γενέσθαι Κηφισοῦ θυγατέρα.“ Ῥῆσις Εὐριπίδου
τὰς χάριτας ὅστις εὐγενῶς χαρίζεται,
ἥδιον ἐν βροτοῖσιν: οἳ δὲ δρῶσι μέν,
χρόνῳ δὲ δρῶσι, δυσγενέστερον2 ...
ἐγὼ δὲ δώσω τὴν ἐμὴν παῖδα κτανεῖν.
λογίζομαι δὲ πολλά: πρῶτα μὲν πόλιν
οὐκ ἄν τιν᾽ ἄλλην τῆσδε βελτίω λαβεῖν:
3 πρῶτα μὲν λεὼς οὐκ ἐπακτὸς ἄλλοθεν,
αὐτόχθονες δ᾽ ἔφυμεν: αἱ δ᾽ ἄλλαι πόλεις
πεσσῶν ὁμοίαις4 διαφοραῖς ἐκτισμέναι5
ἄλλαι παρ᾽ ἄλλων εἰσὶν εἰσαγώγιμοι.
ὅστις δ᾽ ἀπ᾽ ἄλλης πόλεος6 οἰκήσῃ7 πόλιν,
ἁρμὸς πονηρὸς ὥσπερ ἐν ξύλῳ παγείς,
λόγῳ πολίτης ἐστί, τοῖς δ᾽ ἔργοισιν οὔ.
ἔπειτα τέκνα τοῦδ᾽ ἕκατι8 τίκτομεν,
ὡς θεῶν τε βωμοὺς πατρίδα τε ῥυώμεθα.9
πόλεως δ᾽ ἁπάσης τοὔνομ᾽ ἕν,10 πολλοὶ11 δέ νιν
ναίουσι: τούτους πῶς διαφθεῖραί με χρή,
ἐξὸν πρὸ πάντων μίαν ὑπερδοῦναι θανεῖν;
εἴπερ γὰρ ἀριθμὸν οἶδα καὶ τοὐλάσσονος
τὸ μεῖζον οὑνὸς12 οἶκος οὐ πλεῖον σθένει
πταίσας ἁπάσης πόλεος, οὐδ᾽ ἴσον φέρει.
εἰ δ᾽ ἦν ἐν οἴκοις ἀντὶ θηλειῶν13 στάχυς
ἄρσην, πόλιν δὲ πολεμία κατεῖχε φλόξ,
οὐκ ἄν νιν14 ἐξέπεμπον εἰς μάχην δορός,
θάνατον προταρβοῦσ᾽; ἀλλ᾽. ἔμοιγ᾽ εἴη15 τέκνα,
16 καὶ μάχοιτο καὶ μετ᾽ ἀνδράσιν πρέποι,
μὴ σχήματ᾽17 ἄλλως ἐν πόλει πεφυκότα.
τὰ μητέρων δὲ δάκρυ᾽ ὅταν πέμπῃ τέκνα,
πολλοὺς ἐθήλυν᾽ εἰς μάχην ὁρμωμένους.
μισῶ γυναῖκας αἵτινες πρὸ τοῦ καλοῦ
ζῆν παῖδας εἵλοντ᾽ 18 παρῄνεσαν κακά.
καὶ μὴν θανόντες γ᾽ ἐν μάχῃ πολλῶν μέτα
τύμβον τε κοινὸν ἔλαχον εὔκλειάν τ᾽ ἴσην:
τῇ μιῇ δὲ παιδὶ στέφανος εἷς μιᾷ μόνῃ
πόλεως θανούσῃ19 τῆσδ᾽ ὕπερ δοθήσεται.
καὶ τὴν τεκοῦσαν καὶ σὲ δύο θ᾽ ὁμοσπόρω20
σώσει: τί21 τούτων οὐχὶ δέξασθαι καλόν;
τὴν οὐκ ἐμὴν πλὴν 22 φύσει δώσω κόρην
θῦσαι πρὸ γαίας. εἰ γὰρ αἱρεθήσεται
πόλις, τί παίδων τῶν ἐμῶν μέτεστί μοι;
οὐκοῦν ἅπαντα τοὔν γ᾽23 ἐμοὶ σωθήσεται:
ἄρξουσιν ἄλλοι, τήνδ᾽ ἐγὼ σώσω πόλιν.
ἐκεῖνο δ᾽ οὗ τὸ24 πλεῖστον ἐν κοινῷ μέρος,
οὐκ ἔσθ᾽ ἑκούσης τῆς ἐμῆς ψυχῆς ἄτερ,25
προγόνων παλαιὰ26 θέσμι᾽ ὅστις27 ἐκβαλεῖ28:
οὐδ᾽ ἀντ᾽ ἐλάας29 χρυσέας τε Γοργόνος
τρίαιναν ὀρθὴν στᾶσαν ἐν πόλεως βάθροις
Εὔμολπος οὐδὲ Θρῇξ30 ἀναστέψει31 λεὼς
στεφάνοισι, Παλλὰς δ᾽ οὐδαμοῦ τιμήσεται.
χρῆσθ᾽, πολῖται, τοῖς ἐμοῖς λοχεύμασιν,
σῴζεσθε,32 νικᾶτ᾽: ἀντὶ γὰρ ψυχῆς μιᾶς
οὐκ ἔσθ᾽ ὅπως οὐ τήνδ᾽ ἐγὼ33 σώσω πόλιν.
πατρίς, εἴθε πάντες οἳ ναίουσί σε
οὕτω φιλοῖεν ὡς ἐγώ: καὶ ῥᾳδίως
οἰκοῖμεν ἄν σε, κοὐδὲν ἂν πάσχοις κακόν.
Euripides, Erechtheus

1 ὢν ἦν Bekker.

2 δρῶσι δυσγενέστερον Heinrich: δυσγενέστερον λέγωMeineke.

3 VV. 7-10 cit. Plut. Mor. 604 D-E

4 ὁμοίαις ὁμοίως Plut., Ald.

5 διαφοραῖς ἐκτίσμεναι διαφορηθεῖσαι βολαῖς Plut.

6 πόλεος et in v. 21 Grotius: πόλεως codd.

7 οἰκήσῃ Meineke: οἰκίζει codd.

8 ἕκατι Matthiae: ἕνεκα codd.: ἕκητι Ald.

9 ῥυώμεθα Ald.: ῥυόμεθα ΝΑ.

10 ἕν Grotius: ἐν codd.

11 πολλοὶ Musgrave: πολλοῖς codd.

12 οὑνὸς Emperius: ἑνὸς codd.: οὑμὸς Bekker.

13 θηλειῶν Grotius: θηλέων codd.

14 ἄν νιν Matthiae: ἂν μὴν ΝΑ: ἄν μιν Ald.

15 εἴη Ald.: ἐστι codd.

16 add. Ald.

17 σχήματ᾽ Scaliger: σχήματα δ᾽ codd.

18 εἵλοντ᾽ Matthiae: εἵλοντο καὶ codd.

19 εἷς μιᾷ μόνῃ ... θανούσῃ Tyrwhitt: Νμία μόνη ... θανοῦσα codd.

20 ὁμοσπόρω Bekker: ὁμοσπόρων codd.

21 σώσει: τί Melanchthon: ὡς εἴ τι codd.

22 add. Wagner.

23 ἅπαντα τοὔν γ᾽ Heinrich (iam ἅπαντα τοὐν Reiske): ἅπαντας γοῦν τ᾽ codd.

24 ἐκεῖνο δ᾽ οὗ τὸ Ald.: ἐκεῖνο δ᾽ οὐ ΝΑ.

25 ἄτερ ἄνερ Valckenaer: ἀνήρ Bothe.

26 παλαιὰ Ald.: πάλαι ΝΑ.

27 θέσμι᾽ ὅστις Reiske: θέσμιά τις ΝΑ.

28 ἐκβαλεῖ Ald.: ἐκβάλλει codd.

29 ἀντ᾽ ἐλάας Dobree: ἂν τελείας codd.

30 Θρῇξ Dindorf: Θρᾲξ codd.

31 ἀναστέψει Musgrave: ἀναστρέψει codd.

32 Post σῴζεσθε habent καὶ codd., om. Ald.

33 οὐ τήνδ᾽ ἐγὼ Ald.: ὑμῖν τήνδ᾽ ἐγὼ οὐ codd.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1962)
hide References (7 total)
  • Cross-references to this page (1):
  • Cross-references in notes to this page (3):
  • Cross-references in notes from this page (1):
    • Plutarch, De exilio, 604d
  • Cross-references in general dictionaries to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: