previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Nemean 8
ΔΕΙΝΙΑι ΑΙΓΙΝΗΤΗι ΔΙΑΥΛΟΔΡΟΜΩι


ὥρα πότνια, κάρυξ Ἀφροδίτας ἀμβροσιᾶν φιλοτάτων,
ἅτε παρθενηΐοις παίδων τ᾽ ἐφίζοισα γλεφάροις,
τὸν μὲν ἁμέροις ἀνάγκας χερσὶ βαστάζεις, ἕτερον δ᾽ ἑτέραις.
ἀγαπατὰ δὲ καιροῦ μὴ πλαναθέντα πρὸς ἔργον ἕκαστον
5τῶν ἀρειόνων ἐρώτων ἐπικρατεῖν δύνασθαι.
[10] οἷοι καὶ Διὸς Αἰγίνας τε λέκτρον ποιμένες ἀμφεπόλησαν
Κυπρίας δώρων: ἔβλαστεν δ᾽ υἱὸς Οἰνώνας βασιλεὺς
χειρὶ καὶ βουλαῖς ἄριστος. πολλά νιν πολλοὶ λιτάνευον ἰδεῖν.
ἀβοατὶ γὰρ ἡρώων ἄωτοι περιναιεταόντων
10ἤθελον κείνου γε πείθεσθ᾽ ἀναξίαις ἑκόντες,
[20] οἵ τε κρανααῖς ἐν Ἀθάναισιν ἅρμοζον στρατόν,
οἵ τ᾽ ἀνὰ Σπάρταν Πελοπηϊάδαι.
ἱκέτας Αἰακοῦ σεμνῶν γονάτων πόλιός θ᾽ ὑπὲρ φίλας
ἀστῶν θ᾽ ὑπὲρ τῶνδ᾽ ἅπτομαι φέρων
15Λυδίαν μίτραν καναχηδὰ πεποικιλμέναν,
Δείνιος δισσῶν σταδίων καὶ πατρὸς Μέγα Νεμεαῖον ἄγαλμα.
σὺν θεῷ γάρ τοι φυτευθεὶς ὄλβος ἀνθρώποισι παρμονώτερος:
[30] ὅσπερ καὶ Κινύραν ἔβρισε πλούτῳ ποντίᾳ ἔν ποτε Κύπρῳ.
ἵσταμαι δὴ ποσσὶ κούφοις, ἀμπνέων τε πρίν τι φάμεν.
20πολλὰ γὰρ πολλᾷ λέλεκται: νεαρὰ δ᾽ ἐξευρόντα δόμεν βασάνῳ
ἐς ἔλεγχον, ἅπας κίνδυνος: ὄψον δὲ λόγοι φθονεροῖσιν:
ἅπτεται δ᾽ ἐσλῶν ἀεί, χειρόνεσσι δ᾽ οὐκ ἐρίζει.
[40] κεῖνος καὶ Τελαμῶνος δάψεν υἱὸν φασγάνῳ ἀμφικυλίσαις.
τιν᾽ ἄγλωσσον μέν, ἦτορ δ᾽ ἄλκιμον, λάθα κατέχει
25ἐν λυγρῷ νείκει: μέγιστον δ᾽ αἰόλῳ ψεύδει γέρας ἀντέταται.
κρυφίαισι γὰρ ἐν ψάφοις Ὀδυσσῆ Δαναοὶ θεράπευσαν:
χρυσέων δ᾽ Αἴας στερηθεὶς ὅπλων φόνῳ πάλαισεν.
μὰν ἀνόμοιά γε δᾴοισιν ἐν θερμῷ χροῒ
[50] ἕλκεα ῥῆξαν πελεμιζόμενοι
30ὑπ᾽ ἀλεξιμβρότῳ λόγχᾳ, τὰ μὲν ἀμφ᾽ Ἀχιλεῖ νεοκτόνῳ,
ἄλλων τε μόχθων ἐν πολυφθόροις
ἁμέραις. ἐχθρὰ δ᾽ ἄρα πάρφασις ἦν καὶ πάλαι,
αἱμύλων μύθων ὁμόφοιτος, δολοφραδής, κακοποιὸν ὄνειδος:
τὸ μὲν λαμπρὸν βιᾶται, τῶν δ᾽ ἀφάντων κῦδος ἀντείνει σαθρόν.
35 [60] εἴη μή ποτέ μοι τοιοῦτον ἦθος, Ζεῦ πάτερ, ἀλλὰ κελεύθοις
ἁπλόαις ζωᾶς ἐφαπτοίμαν, θανὼν ὡς παισὶ κλέος
μὴ τὸ δύσφαμον προσάψω. χρυσὸν εὔχονται, πεδίον δ᾽ ἕτεροι
ἀπέραντον: ἐγὼ δ᾽ ἀστοῖς ἁδὼν καὶ χθονὶ γυῖα καλύψαιμ᾽,
αἰνέων αἰνητά, μομφὰν δ᾽ ἐπισπείρων ἀλιτροῖς.
40αὔξεται δ᾽ ἀρετά, χλωραῖς ἐέρσαις ὡς ὅτε δένδρεον ᾁσσει,
[70] ἐν σοφοῖς ἀνδρῶν ἀερθεῖσ᾽ ἐν δικαίοις τε πρὸς ὑγρὸν
αἰθέρα. χρεῖαι δὲ παντοῖαι φίλων ἀνδρῶν: τὰ μὲν ἀμφὶ πόνοις
ὑπερώτατα: μαστεύει δὲ καὶ τέρψις ἐν ὄμμασι θέσθαι
πιστόν. Μέγα, τὸ δ᾽ αὖτις τεὰν ψυχὰν κομίξαι
45οὔ μοι δυνατόν: κενεᾶν δ᾽ ἐλπίδων χαῦνον τέλος:
σεῦ δὲ πάτρᾳ Χαριάδαις τ᾽ Ε᾿λαφρὸν
[80] ὑπερεῖσαι λίθον Μοισαῖον ἕκατι ποδῶν εὐωνύμων
δὶς δὴ δυοῖν. χαίρω δὲ πρόσφορον
ἐν μὲν ἔργῳ κόμπον ἱείς, ἐπαοιδαῖς δ᾽ ἀνὴρ
50νώδυνον καί τις κάματον θῆκεν. ἦν γε μὰν ἐπικώμιος ὕμνος
δὴ πάλαι καὶ πρὶν γενέσθαι τὰν Ἀδράστου τάν τε Καδμείων ἔριν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Diane Arnson Svarlien)
hide References (28 total)
  • Commentary references to this page (19):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Oedipus Tyrannus, 463-512
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Ajax, 157
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Ajax, 447
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Ajax, 883
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Ajax, 899
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Electra, 31
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Electra, 356
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Trachiniae, 847
    • W. Walter Merry, James Riddell, D. B. Monro, Commentary on the Odyssey (1886), 6.159
    • Walter Leaf, Commentary on the Iliad (1900), 24.110
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 1
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 6
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 7
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 9
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 1
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 2
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 3
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 4
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 7
  • Cross-references to this page (3):
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, Meter and form
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, Dialect
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, Syntax
  • Cross-references in notes to this page (5):
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: