previous

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Nemean 11
ΑΡΙΣΤΑΓΟΡΑι ΤΕΝΕΔΙΩι ΠΡΥΤΑΝΕΙ


παῖ Ῥέας, τε πρυτανεῖα λέλογχας,Ἑστία,
Ζηνὸς ὑψίστου κασιγνήτα καὶ ὁμοθρόνου Ἥρας,
εὖ μὲν Ἀρισταγόραν δέξαι τεὸν ἐς θάλαμον,
.εὖ δ᾽ ἑταίρους ἀγλαῷ σκάπτῳ πέλας,
5οἵ σε γεραίροντες ὀρθὰν φυλάσσοισιν Τένεδον,
πολλὰ μὲν λοιβαῖσιν ἀγαζόμενοι πρώταν θεῶν,
πολλὰ δὲ κνίσσᾳ: λύρα δέ σφι βρέμεται καὶ ἀοιδά:
καὶ ξενίου Διὸς ἀσκεῖται Θέμις ἀενάοις
[10] ἐν τραπέζαις. ἀλλὰ σὺν δόξᾳ τέλος
10δωδεκάμηνον περᾶσαι σὺν ἀτρώτῳ κραδίᾳ,
ἄνδρα δ᾽ ἐγὼ μακαρίζω μὲν πατέρ᾽ Ἁγησίλαν,
καὶ τὸ θαητὸν δέμας ἀτρεμίαν τε ξύγγονον.
εἰ δέ τις ὄλβον ἔχων μορφᾷ παραμεύσεται ἄλλους,
ἔν τ᾽ ἀέθλοισιν ἀριστεύων ἐπέδειξεν βίαν,
15 [20] θνατὰ μεμνάσθω περιστέλλων μέλη,
καὶ τελευτὰν ἁπάντων γᾶν ἐπιεσσόμενος:
ἐν λόγοις δ᾽ ἀστῶν ἀγαθοῖσί νιν αἰνεῖσθαι χρεών,
καὶ μελιγδούποισι δαιδαλθέντα μελιζέμεν ἀοιδαῖς.
ἐκ δὲ περικτιόνων ἑκκαίδεκ᾽ Ἀρισταγόραν
20ἀγλααὶ νῖκαι πάτραν τ᾽ εὐώνυμον
ἐστεφάνωσαν πάλᾳ καὶ μεγαυχεῖ παγκρατίῳ.
ἐλπίδες δ᾽ ὀκνηρότεραι γονέων παιδὸς βίαν
ἔσχον ἐν Πυθῶνι πειρᾶσθαι καὶ Ὀλυμπίᾳ ἄθλων.
[30] ναὶ μὰ γὰρ ὅρκον, ἐμὰν δόξαν παρὰ Κασταλίᾳ
25καὶ παρ᾽ εὐδένδρῳ μολὼν ὄχθῳ Κρόνου
κάλλιον ἂν δηριώντων ἐνόστησ᾽ ἀντιπάλων,
πενταετηρίδ᾽ ἑορτὰν Ἡρακλέος τέθμιον
κωμάσαις ἀνδησάμενός τε κόμαν ἐν πορφυρέοις
ἔρνεσιν. ἀλλὰ βροτῶν τὸν μὲν κενεόφρονες αὖχαι
30ἐξ ἀγαθῶν ἔβαλον: τὸν δ᾽ αὖ καταμεμφθέντ᾽ ἄγαν
[41] ἰσχὺν οἰκείων παρέσφαλεν καλῶν
χειρὸς ἕλκων ὀπίσσω θυμὸς ἄτολμος ἐών.
συμβαλεῖν μὰν εὐμαρὲς ἦν τό τε Πεισάνδρου πάλαι
αἷμ᾽ ἀπὸ Σπάρτας: Ἀμύκλαθεν γὰρ ἔβα σὺν Ὀρέστᾳ,
35Αἰολέων στρατιὰν χαλκεντέα δεῦρ᾽ ἀνάγων:
καὶ παρ᾽ Ἰσμηνοῦ ῥοὰν κεκραμένον
ἐκ Μελανίπποιο μάτρωος. ἀρχαῖαι δ᾽ ἀρεταὶ
ἀμφέροντ᾽ ἀλλασσόμεναι γενεαῖς ἀνδρῶν σθένος:
[50] ἐν σχερῷ δ᾽ οὔτ᾽ ὦν μέλαιναι καρπὸν ἔδωκαν ἄρουραι,
40δένδρεά τ᾽ οὐκ ἐθέλει πάσαις ἐτέων περόδοις
ἄνθος εὐῶδες φέρειν πλούτῳ ἴσον,
ἀλλ᾽ ἐν ἀμείβοντι. καὶ θνατὸν οὕτως ἔθνος ἄγει
μοῖρα. τὸ δ᾽ ἐκ Διὸς ἀνθρώποις σαφὲς οὐχ ἕπεται
τέκμαρ: ἀλλ᾽ ἔμπαν μεγαλανορίαις ἐμβαίνομεν,
45ἔργα τε πολλὰ μενοινῶντες: δέδεται γὰρ ἀναιδεῖ
[60] ἐλπίδι γυῖα: προμαθείας δ᾽ ἀπόκεινται ῥοαί.
κερδέων δὲ χρὴ μέτρον θηρευέμεν:
ἀπροσίκτων δ᾽ ἐρώτων ὀξύτεραι μανίαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Diane Arnson Svarlien)
hide References (18 total)
  • Commentary references to this page (11):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Oedipus at Colonus, 1604
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Oedipus at Colonus, 1700
    • Thomas W. Allen, E. E. Sikes, Commentary on the Homeric Hymns, HYMN TO HERMES
    • Walter Leaf, Commentary on the Iliad (1900), 3.57
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 10
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 7
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 8
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 10
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 3
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 4
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 9
  • Cross-references to this page (3):
    • Raphael Kühner, Bernhard Gerth, Ausführliche Grammatik der griechischen Sprache, KG 1.3.1
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, Dialect
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, Syntax
  • Cross-references in general dictionaries to this page (3):
  • Cross-references in text-specific dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: