previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Nemean 10
ΘΕΑΙΩι ΑΡΓΕΙΩι ΠΑΛΑΙΣΤΗι


Δαναοῦ πόλιν ἀγλαοθρόνων τε πεντήκοντα κορᾶν, Χάριτες,
Ἄργος Ἥρας δῶμα θεοπρεπὲς ὑμνεῖτε: φλέγεται δ᾽ ἀρεταῖς
μυρίαις ἔργων θρασέων ἕνεκεν.
μακρὰ μὲν τὰ Περσέος ἀμφὶ Μεδοίσας Γοργόνος:
5πολλὰ δ᾽ Αἰγύπτῳ καταοίκισθεν ἄστη ταῖς Ἐπάφου παλάμαις:
[10] οὐδ᾽ Ὑπερμνήστρα παρεπλάγχθη, μονόψαφον ἐν κολεῷ κατασχοῖσα ξίφος.
Διομήδεα δ᾽ ἄμβροτον ξανθά ποτε Γλαυκῶπις ἔθηκε θεόν:
γαῖα δ᾽ ἐν Θήβαις ὑπέδεκτο κεραυνωθεῖσα Διὸς βέλεσιν
μάντιν Οἰκλείδαν, πολέμοιο νέφος:
10καὶ γυναιξὶν καλλικόμοισιν ἀριστεύει πάλαι:
[20] Ζεὺς ἐπ᾽ Ἀλκμήναν Δανάαν τε μολὼν τοῦτον κατέφανε λόγον:
πατρὶ δ᾽ Ἀδράστοιο Λυγκεῖ τε φρενῶν καρπὸν εὐθείᾳ συνάρμοξεν δίκᾳ:
θρέψε δ᾽ αἰχμὰν Ἀμφιτρύωνος. δ᾽ ὄλβῳ φέρτατος
ἵκετ᾽ ἐς κείνου γενεάν, ἐπεὶ ἐν χαλκέοις ὅπλοις
15Τηλεβόας ἔναρεν: τῷ ὄψιν ἐειδόμενος
ἀθανάτων βασιλεὺς αὐλὰν ἐσῆλθεν
[30] σπέρμ᾽ ἀδείμαντον φέρων Ἡρακλέος: οὗ κατ᾽ Ὄλυμπον
ἄλοχος Ἥβα τελείᾳ παρὰ ματέρι βαίνοισ᾽ ἔστι, καλλίστα θεῶν.
βραχύ μοι στόμα πάντ᾽ ἀναγήσασθ᾽, ὅσων Ἀργεῖον ἔχει τέμενος
20μοῖραν ἐσλῶν: ἔστι δὲ καὶ κόρος ἀνθρώπων βαρὺς ἀντιάσαι:
ἀλλ᾽ ὅμως εὔχορδον ἔγειρε λύραν,
καὶ παλαισμάτων λάβε φροντίδ᾽: ἀγών τοι χάλκεος
δᾶμον ὀτρύνει ποτὶ βουθυσίαν Ἥρας ἀέθλων τε κρίσιν:
Οὐλία παῖς ἔνθα νικάσαις δὶς ἔσχεν Θεαῖος εὐφόρων λάθαν πόνων.
25ἐκράτησε δὲ καί ποθ᾽ Ἕλλανα στρατὸν Πυθῶνι, τύχᾳ τε μολὼν
καὶ τὸν Ἰσθμοῖ καὶ Νεμέᾳ στέφανον, Μοίσαισί τ᾽ ἔδωκ᾽ ἀρόσαι,
[50] τρὶς μὲν ἐν πόντοιο πύλαισι λαχών,
τρὶς δὲ καὶ σεμνοῖς δαπέδοις ἐν Ἀδραστείῳ νόμῳ.
Ζεῦ πάτερ, τῶν μὰν ἔραται φρενί, σιγᾷ οἱ στόμα: πᾶν δὲ τέλος
30ἐν τὶν ἔργων: οὐδ᾽, ἀμόχθῳ καρδίᾳ προσφέρων τόλμαν, παραιτεῖται χάριν:
γνώτ᾽ ἀείδω οἷ τε καὶ ὅστις ἁμιλλᾶται περὶ
[60] ἐσχάτων ἄθλων κορυφαῖς: ὕπατον δ᾽ ἔσχεν Πίσα
Ἡρακλέος τεθμόν: ἁδεῖαί γε μὲν ἀμβολάδαν
ἐν τελεταῖς δὶς Ἀθαναίων νιν ὀμφαὶ
35κώμασαν: γαίᾳ δὲ καυθείσᾳ πυρὶ καρπὸς ἐλαίας
ἔμολεν Ἥρας τὸν εὐάνορα λαὸν ἐν ἀγγέων ἕρκεσιν παμποικίλοις.
[70] ἕπεται δέ, Θεαῖε, ματρώων πολύγνωτον γένος ὑμετέρων
εὐάγων τιμὰ Χαρίτεσσί τε καὶ σὺν Τυνδαρίδαις θαμάκις.
ἀξιωθείην κεν, ἐὼν Θρασύκλου
40Ἀντία τε ξύγγονος, Ἄργει μὴ κρύπτειν φάος
ὀμμάτων. νικαφορίαις γὰρ ὅσαις Προίτοιο τόδ᾽ ἱπποτρόφον
ἄστυ θάλησεν Κορίνθου τ᾽ ἐν μυχοῖς καὶ Κλεωναίων πρὸς ἀνδρῶν τετράκις:
[80] Σικυωνόθε δ᾽ ἀργυρωθέντες σὺν οἰνηραῖς φιάλαις ἐπέβαν,
ἐκ δὲ Πελλάνας ἐπιεσσάμενοι νῶτον μαλακαῖσι κρόκαις:
45ἀλλὰ χαλκὸν μυρίον οὐ δυνατὸν
ἐξελέγχειν: μακροτέρας γὰρ ἀριθμῆσαι σχολᾶς:
ὅντε Κλείτωρ καὶ Τεγέα καὶ Ἀχαιῶν ὑψίβατοι πόλιες
[90] καὶ Λύκαιον πὰρ Διὸς θῆκε δρόμῳ, σὺν ποδῶν χειρῶν τε νικᾶσαι σθένει.
Κάστορος δ᾽ ἐλθόντος ἐπὶ ξενίαν πὰρ Παμφάη
50καὶ κασιγνήτου Πολυδεύκεος, οὐ θαῦμα σφίσιν
ἐγγενὲς ἔμμεν ἀεθληταῖς ἀγαθοῖσιν: ἐπεὶ
εὐρυχόρου ταμίαι Σπάρτας ἀγώνων
μοῖραν Ἑρμᾷ καὶ σὺν Ἡρακλεῖ διέποντι θάλειαν,
[100] μάλα μὲν ἀνδρῶν δικαίων περικαδόμενοι. καὶ μὰν θεῶν πιστὸν γένος.
55μεταμειβόμενοι δ᾽ ἐναλλὰξ ἁμέραν τὰν μὲν παρὰ πατρὶ φίλῳ
Δὶ νέμονται, τὰν δ᾽ ὑπὸ κεύθεσι γαίας ἐν γυάλοις Θεράπνας,
πότμον ἀμπιπλάντες ὁμοῖον: ἐπεὶ
τοῦτον, πάμπαν θεὸς ἔμμεναι οἰκεῖν τ᾽ οὐρανῷ,
[110] εἵλετ᾽ αἰῶνα φθιμένου Πολυδεύκης Κάστορος ἐν πολέμῳ.
60τὸν γὰρ Ἴδας ἀμφὶ βουσίν πως χολωθεὶς ἔτρωσεν χαλκέας λόγχας ἀκμᾷ.
ἀπὸ Ταϋγέτου πεδαυγάζων ἴδεν Λυγκεὺς δρυὸς ἐν στελέχει
ἡμένους. κείνου γὰρ ἐπιχθονίων πάντων γένετ᾽ ὀξύτατον
ὄμμα. λαιψηροῖς δὲ πόδεσσιν ἄφαρ
[120] ἐξικέσθαν, καὶ μέγα ἔργον ἐμήσαντ᾽ ὠκέως,
65καὶ πάθον δεινὸν παλάμαις Ἀφαρητίδαι Διός. αὐτίκα γὰρ
ἦλθε Λήδας παῖς διώκων: τοὶ δ᾽ ἔναντα στάθεν τύμβῳ σχεδὸν πατρωΐῳ:
ἔνθεν ἁρπάξαντες ἄγαλμ᾽ Ἀΐδα, ξεστὸν πέτρον,
ἔμβαλον στέρνῳ Πολυδεύκεος: ἀλλ᾽ οὔ νιν φλάσαν,
[130] οὐδ᾽ ἀνέχασσαν: ἐφορμαθεὶς δ᾽ ἄρ᾽ ἄκοντι θοῷ
70ἤλασε Λυγκέος ἐν πλευραῖσι χαλκόν.
Ζεὺς δ᾽ ἐπ᾽ Ἴδᾳ πυρφόρον πλᾶξε ψολόεντα κεραυνόν:
ἅμα δ᾽ ἐκαίοντ᾽ ἔρημοι. χαλεπὰ δ᾽ ἔρις ἀνθρώποις ὁμιλεῖν κρεσσόνων.
ταχέως δ᾽ ἐπ᾽ ἀδελφεοῦ βίαν πάλιν χώρησεν Τυνδαρίδας,
[140] καί νιν οὔπω τεθναότ᾽, ἄσθματι δὲ φρίσσοντα πνοὰς ἔκιχεν.
75θερμὰ δὴ τέγγων δάκρυα στοναχαῖς
ὄρθιον φώνασε: ‘πάτερ Κρονίων, τίς δὴ λύσις
ἔσσεται πενθέων; καὶ ἐμοὶ θάνατον σὺν τῷδ᾽ ἐπίτειλον, ἄναξ.
οἴχεται τιμὰ φίλων τατωμένῳ φωτί: παῦροι δ᾽ ἐν πόνῳ πιστοὶ βροτῶν
καμάτου μεταλαμβάνειν.’ ὣς ἔννεπε: Ζεὺς δ᾽ ἀντίος ἤλυθέ οἱ
80 [150] καὶ τόδ᾽ ἐξαύδασ᾽ ἔπος: ‘ἐσσί μοι υἱός: τόνδε δ᾽ ἔπειτα πόσις
σπέρμα θνατὸν ματρὶ τεᾷ πελάσαις
στάξεν ἥρως. ἀλλ᾽ ἄγε τῶνδέ τοι ἔμπαν αἵρεσιν
παρδίδωμ᾽: εἰ μὲν θάνατόν τε φυγὼν καὶ γῆρας ἀπεχθόμενον
αὐτὸς Οὔλυμπον θέλεις ναίειν ἐμοὶ σύν τ᾽ Ἀθαναίᾳ κελαινεγχεῖ τ᾽ Ἄρει,
85 [160] ἔστι τοι τούτων λάχος: εἰ δὲ κασιγνήτου πέρι
μάρνασαι, πάντων δὲ νοεῖς ἀποδάσσασθαι ἴσον,
ἥμισυ μέν κε πνέοις γαίας ὑπένερθεν ἐών,
ἥμισυ δ᾽ οὐρανοῦ ἐν χρυσέοις δόμοισιν.’
ὣς ἄρ᾽ αὐδάσαντος οὐ γνώμᾳ διπλόαν θέτο βουλάν.
90 [170] ἀνὰ δ᾽ ἔλυσεν μὲν ὀφθαλμόν, ἔπειτα δὲ φωνὰν χαλκομίτρα Κάστορος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Diane Arnson Svarlien)
hide References (46 total)
  • Commentary references to this page (36):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Oedipus Tyrannus, 1-150
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Oedipus Tyrannus, 911-1085
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Oedipus at Colonus, 1313
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Oedipus at Colonus, 474
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Antigone, 1332
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Ajax, 1201
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Ajax, 1404
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Electra, 174
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Electra, 219
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Electra, 5
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Trachiniae, 303
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Trachiniae, 352
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Trachiniae, 847
    • Thomas W. Allen, E. E. Sikes, Commentary on the Homeric Hymns, HYMN TO ATHENA
    • Thomas W. Allen, E. E. Sikes, Commentary on the Homeric Hymns, HYMN TO HESTIA
    • Thomas W. Allen, E. E. Sikes, Commentary on the Homeric Hymns, HYMN TO THE DIOSCURI
    • Thomas W. Allen, E. E. Sikes, Commentary on the Homeric Hymns, HYMN TO HERMES
    • W. Walter Merry, James Riddell, D. B. Monro, Commentary on the Odyssey (1886), 11.298
    • W. Walter Merry, James Riddell, D. B. Monro, Commentary on the Odyssey (1886), 11.601
    • Walter Leaf, Commentary on the Iliad (1900), 4.315
    • Commentary on the Heroides of Ovid, HYPERMNESTRA LYNCEO
    • R. G. Bury, The Symposium of Plato, 197D
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 1
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 13
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 2
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 3
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 6
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 7
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 8
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 9
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 10
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 11
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 2
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 4
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 8
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 9
  • Cross-references to this page (4):
    • L. D. Caskey, J. D. Beazley, Attic Vase Paintings in the Museum of Fine Arts, Boston, 163. 99.539 STEMLESS CUP PLATE XCIX
    • Harper's, Oleum
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, Dialect
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, Syntax
  • Cross-references in notes to this page (6):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: