Pythian 8
ΑΡΙΣΤΟΜΕΝΕΙ ΑΙΓΙΝΗΤΗι
ΠΑΛΑΙΣΤΗι
φιλόφρον Ἡσυχία, Δίκας
ὦ μεγιστόπολι θύγατερ,
βουλᾶν τε καὶ πολέμων
ἔχοισα κλαῗδας ὑπερτάτας,
5Πυθιόνικον τιμὰν Ἀριστομένει δέκευ.
τὺ γὰρ τὸ μαλθακὸν ἔρξαι τε καὶ παθεῖν ὁμῶς
ἐπίστασαι καιρῷ σὺν ἀτρεκεῖ:
[10] τὺ δ᾽, ὁπόταν τις ἀμείλιχον
καρδίᾳ κότον ἐνελάσῃ,
10τραχεῖα δυσμενέων
ὑπαντιάξαισα κράτει τιθεῖς
Ὕβριν ἐν ἄντλῳ. τὰν οὐδὲ Πορφυρίων μάθεν
παρ᾽ αἶσαν ἐξερεθίζων: κέρδος δὲ φίλτατον,
ἑκόντος εἴ τις ἐκ δόμων φέροι.
15 [20] βία δὲ καὶ μεγάλαυχον ἔσφαλεν ἐν χρόνῳ.
Τυφὼς Κίλιξ ἑκατόγκρανος οὔ νιν ἄλυξεν,
οὐδὲ μὰν βασιλεὺς Γιγάντων: δμᾶθεν δὲ κεραυνῷ
τόξοισί τ᾽ Ἀπόλλωνος: ὃς εὐμενεῖ νόῳ
Ξενάρκειον ἔδεκτο Κίρραθεν ἐστεφανωμένον
20υἱὸν ποίᾳ Παρνασσίδι Δωριεῖ τε κώμῳ.
[30] ἔπεσε δ᾽ οὐ Χαρίτων ἑκὰς
ἁ δικαιόπολις ἀρεταῖς
κλειναῖσιν Αἰακιδᾶν
θιγοῖσα νᾶσος: τελέαν δ᾽ ἔχει
25δόξαν ἀπ᾽ ἀρχᾶς. πολλοῖσι μὲν γὰρ ἀείδεται
νικαφόροις ἐν ἀέθλοις θρέψαισα καὶ θοαῖς
ὑπερτάτους ἥρωας ἐν μάχαις:
τὰ δὲ καὶ ἀνδράσιν ἐμπρέπει.
[40] εἰμὶ δ᾽ ἄσχολος ἀναθέμεν
30πᾶσαν μακραγορίαν
λύρᾳ τε καὶ φθέγματι μαλθακῷ,
μὴ κόρος ἐλθὼν κνίσῃ. τὸ δ᾽ ἐν ποσί μοι τράχον
ἴτω τεὸν χρέος, ὦ παῖ, νεώτατον καλῶν,
ἐμᾷ ποτανὸν ἀμφὶ μαχανᾷ.
35παλαισμάτεσσι γὰρ ἰχνεύων ματραδελφεοὺς
[50] Ὀλυμπίᾳ τε Θεόγνητον οὐ κατελέγχεις,
οὐδὲ Κλειτομάχοιο νίκαν Ἰσθμοῖ θρασύγυιον:
αὔξων δὲ πάτραν Μιδυλιδᾶν λόγον φέρεις,
τὸν ὅνπερ ποτ᾽ Ὀϊκλέος παῖς ἐν ἑπταπύλοις ἰδὼν
40υἱοὺς Θήβαις αἰνίξατο παρμένοντας αἰχμᾷ,
ὁπότ᾽ ἀπ᾽ Ἄργεος ἤλυθον
[60] δευτέραν ὁδὸν Ἐπίγονοι.
ὧδ᾽ εἶπε μαρναμένων:
‘ φυᾷ τὸ γενναῖον ἐπιπρέπει
45ἐκ πατέρων παισὶ λῆμα. θαέομαι σαφὲς
δράκοντα ποικίλον αἰθᾶς Ἀλκμᾶν᾽ ἐπ᾽ ἀσπίδος
νωμῶντα πρῶτον ἐν Κάδμου πύλαις.
ὁ δὲ καμὼν προτέρᾳ πάθᾳ
[70] νῦν ἀρείονος ἐνέχεται
50ὄρνιχος ἀγγελίᾳ
Ἄδραστος ἥρως: τὸ δὲ οἴκοθεν
ἀντία πράξει. μοῦνος γὰρ ἐκ Δαναῶν στρατοῦ
θανόντος ὀστέα λέξαις υἱοῦ, τύχᾳ θεῶν
ἀφίξεται λαῷ σὺν ἀβλαβεῖ
55Ἄβαντος εὐρυχόρους ἀγυιάς.’ τοιαῦτα μὲν
ἐφθέγξατ᾽ Ἀμφιάρηος. χαίρων δὲ καὶ αὐτὸς
[80] Ἀλκμᾶνα στεφάνοισι βάλλω, ῥαίνω δὲ καὶ ὕμνῳ,
γείτων ὅτι μοι καὶ κτεάνων φύλαξ ἐμῶν
ὑπάντασεν ἰόντι γᾶς ὀμφαλὸν παρ᾽ ἀοίδιμον,
60μαντευμάτων τ᾽ ἐφάψατο συγγόνοισι τέχναις.
τὺ δ᾽,Ἑκαταβόλε, πάνδοκον
[90] ναὸν εὐκλέα διανέμων
Πυθῶνος ἐν γυάλοις,
τὸ μὲν μέγιστον τόθι χαρμάτων
65ὤπασας: οἴκοι δὲ πρόσθεν ἁρπαλέαν δόσιν
πενταθλίου σὺν ἑορταῖς ὑμαῖς ἐπάγαγες.
ἄναξ, ἑκόντι δ᾽ εὔχομαι νόῳ
κατά τιν᾽ ἁρμονίαν βλέπειν,
ἀμφ᾽ ἕκαστον ὅσα νέομαι.
70κώμῳ μὲν ἁδυμελεῖ
[100] Δίκα παρέστακε: θεῶν δ᾽ ὄπιν
ἄφθονον αἰτέω, Ξείναρκες, ὑμετέραις τύχαις.
εἰ γάρ τις ἐσλὰ πέπαται μὴ σὺν μακρῷ πόνῳ,
πολλοῖς σοφὸς δοκεῖ πεδ᾽ ἀφρόνων
75βίον κορυσσέμεν ὀρθοβούλοισι μαχαναῖς:
τὰ δ᾽ οὐκ ἐπ᾽ ἀνδράσι κεῖται: δαίμων δὲ παρίσχει,
[110] ἄλλοτ᾽ ἄλλον ὕπερθε βάλλων, ἄλλον δ᾽ ὑπὸ χειρῶν
μέτρῳ καταβαίνει. Μεγάροις δ᾽ ἔχεις γέρας,
μυχῷ τ᾽ ἐν Μαραθῶνος, Ἥρας τ᾽ ἀγῶν᾽ ἐπιχώριον
80νίκαις τρισσαῖς, Ὦριστόμενες, δάμασσας ἔργῳ:
τέτρασι δ᾽ ἔμπετες ὑψόθεν
σωμάτεσσι κακὰ φρονέων,
τοῖς οὔτε νόστος ὁμῶς
[120] ἔπαλπνος ἐν Πυθιάδι κρίθη,
85οὐδὲ μολόντων πὰρ ματέρ᾽ ἀμφὶ γέλως γλυκὺς
ὦρσεν χάριν: κατὰ λαύρας δ᾽ ἐχθρῶν ἀπάοροι
πτώσσοντι, συμφορᾷ δεδαγμένοι.
ὁ δὲ καλόν τι νέον λαχὼν
ἁβρότατος ἔπι μεγάλας
90ἐξ ἐλπίδος πέταται
[130] ὑποπτέροις ἀνορέαις, ἔχων
κρέσσονα πλούτου μέριμναν. ἐν δ᾽ ὀλίγῳ βροτῶν
τὸ τερπνὸν αὔξεται: οὕτω δὲ καὶ πίτνει χαμαί,
ἀποτρόπῳ γνώμᾳ σεσεισμένον.
95ἐπάμεροι: τί δέ τις; τί δ᾽ οὔ τις; σκιᾶς ὄναρ
ἄνθρωπος. ἀλλ᾽ ὅταν αἴγλα διόσδοτος ἔλθῃ,
λαμπρὸν φέγγος ἔπεστιν ἀνδρῶν καὶ μείλιχος αἰών:
[140] Αἴγινα φίλα μᾶτερ, ἐλευθέρῳ στόλῳ
πόλιν τάνδε κόμιζε Δὶ καὶ κρέοντι σὺν Αἰακῷ
100Πηλεῖ τε κἀγαθῷ Τελαμῶνι σύν τ᾽ Ἀχιλλεῖ.