Pythian 6
ΞΕΝΟΚΡΑΤΕΙ ΑΚΡΑΓΑΝΤΙΝΩι
ΑΡΜΑΤΙ
ἀκούσατ᾽: ἦ γὰρ ἑλικώπιδος Ἀφροδίτας
ἄρουραν ἢ Χαρίτων
ἀναπολίζομεν, ὀμφαλὸν ἐριβρόμου
χθονὸς ἐς νάϊον προσοιχόμενοι:
5Πυθιόνικος ἔνθ᾽ ὀλβίοισιν Ἐμμενίδαις
ποταμίᾳ τ᾽ Ἀκράγαντι καὶ μὰν Ξενοκράτει
ἑτοῖμος ὕμνων
θησαυρὸς ἐν πολυχρύσῳ
Ἀπολλωνίᾳ τετείχισται νάπᾳ:
10τὸν οὔτε χειμέριος ὄμβρος ἐπακτὸς ἐλθών,
ἐριβρόμου νεφέλας
στρατὸς ἀμείλιχος, οὔτ᾽ ἄνεμος ἐς μυχοὺς
ἁλὸς ἄξοισι παμφόρῳ χεράδει
τυπτόμενον. φάει δὲ πρόσωπον ἐν καθαρῷ
15πατρὶ τεῷ, Θρασύβουλε, κοινάν τε γενεᾷ
λόγοισι θνατῶν
εὔδοξον ἅρματι νίκαν
Κρισαίαισιν ἐν πτυχαῖς ἀπαγγελεῖ.
σύ τοι σχεθών νιν ἐπιδέξια χειρός, ὀρθὰν
20ἄγεις ἐφημοσύναν,
τά ποτ᾽ ἐν οὔρεσι φαντὶ μεγαλοσθενεῖ
Φιλύρας υἱὸν ὀρφανιζομένῲ
Πηλεΐδᾳ παραινεῖν: μάλιστα μὲν Κρονίδαν,
βαρυόπαν στεροπᾶν κεραυνῶν τε πρύτανιν,
25θεῶν σέβεσθαι:
ταύτας δὲ μή ποτε τιμᾶς
ἀμείρειν γονέων βίον πεπρωμένον.
ἔγεντο καὶ πρότερον Ἀντίλοχος βιατὰς
νόημα τοῦτο φέρων,
30ὃς ὑπερέφθιτο πατρός, ἐναρίμβροτον
ἀναμείναις στράταρχον Αἰθιόπων
Μέμνονα. Νεστόρειον γὰρ ἵππος ἅρμ᾽ ἐπέδα
Πάριος ἐκ βελέων δαϊχθείς: ὁ δ᾽ ἔφεπεν
κραταιὸν ἔγχος:
35Μεσσανίου δὲ γέροντος
δονηθεῖσα φρὴν βόασε παῖδα ὅν:
χαμαιπετὲς δ᾽ ἄρ᾽ ἔπος οὐκ ἀπέριψεν: αὐτοῦ
μένων δ᾽ ὁ θεῖος ἀνὴρ
πρίατο μὲν θανάτοιο κομιδὰν πατρός,
40ἐδόκησέν τε τῶν πάλαι γενεᾷ
ὁπλοτέροισιν, ἔργον πελώριον τελέσαις,
ὕπατος ἀμφὶ τοκεῦσιν ἔμμεν πρὸς ἀρετάν.
τὰ μὲν παρίκει:
τῶν νῦν δὲ καὶ Θρασύβουλος
45πατρῴαν μάλιστα πρὸς στάθμαν ἔβα,
πάτρῳ τ᾽ ἐπερχόμενος ἀγλαΐαν ἅπασαν.
νόῳ δὲ πλοῦτον ἄγει,
ἄδικον οὔθ᾽ ὑπέροπλον ἥβαν δρέπων,
σοφίαν δ᾽ ἐν μυχοῖσι Πιερίδων:
50τίν τ᾽, Ἐλέλιχθον, ἃς εὗρες ἱππίας ἐσόδους, μάλα ἁδόντι νόῳ, Ποσειδᾶν, προσέχεται. γλυκεῖα δὲ φρὴν καὶ συμπόταισιν ὁμιλεῖν μελισσᾶν ἀμείβεται τρητὸν πόνον.