previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Pythian 3
ΙΕΡΩΝΙ ΣΨΡΑΚΟΣΙΩι ΚΕΛΗΤΙ


ἤθελον Χείρωνά κε Φιλλυρίδαν,
εἰ χρεὼν τοῦθ᾽ ἁμετέρας ἀπὸ γλώσσας κοινὸν εὔξασθαι ἔπος,
ζώειν τὸν ἀποιχόμενον,
Οὐρανίδα γόνον εὐρυμέδοντα Κρόνου, βάσσαισί τ᾽ ἄρχειν Παλίου Φῆρ᾽ ἀγρότερον,
5 [10] νοῦν ἔχοντ᾽ ἀνδρῶν φίλον: οἷος ἐὼν θρέψεν ποτὲ
τέκτονα νωδυνίας ἅμερον γυιαρκέος Ἀσκλήπιον,
ἥρωα παντοδαπᾶν ἀλκτῆρα νούσων.
τὸν μὲν εὐΐππου Φλεγύα θυγάτηρ
πρὶν τελέσσαι ματροπόλῳ σὺν Ἐλειθυίᾳ, δαμεῖσα χρυσέοις
10τόξοισιν ὕπ᾽ Ἀρτέμιδος,
[20] εἰς Ἀΐδα δόμον ἐν θαλάμῳ κατέβα τέχναις Ἀπόλλωνος. χόλος δ᾽ οὐκ ἀλίθιος
γίνεται παίδων Διός. δ᾽ ἀποφλαυρίξαισά νιν
ἀμπλακίαισι φρενῶν, ἄλλον αἴνησεν γάμον κρύβδαν πατρός,
πρόσθεν ἀκειρεκόμᾳ μιχθεῖσα Φοίβῳ,
15καὶ φέροισα σπέρμα θεοῦ καθαρόν.
οὐδ᾽ ἔμειν᾽ ἐλθεῖν τράπεζαν νυμφίαν
[30] οὐδὲ παμφώνων ἰαχὰν ὑμεναίων, ἅλικες
οἷα παρθένοι φιλέοισιν ἑταίρᾳ
ἑσπερίαις ὑποκουρίζεσθ᾽ ἀοιδαῖς: ἀλλά τοι
20ἤρατο τῶν ἀπεόντων: οἷα καὶ πολλοὶ πάθον.
ἔστι δὲ φῦλον ἐν ἀνθρώποισι ματαιότατον,
ὅστις αἰσχύνων ἐπιχώρια παπταίνει τὰ πόρσω,
[40] μεταμώνια θηρεύων ἀκράντοις ἐλπίσιν.
ἔσχε τοιαύταν μεγάλαν ἀυάταν
25καλλιπέπλου λῆμα Κορωνίδος. ἐλθόντος γὰρ εὐνάσθη ξένου
λέκτροισιν ἀπ᾽ Ἀρκαδίας.
οὐδ᾽ ἔλαθε σκοπόν: ἐν δ᾽ ἄρα μηλοδόκῳ Πυθῶνι τόσσαις ἄϊεν ναοῦ βασιλεὺς
[50] Λοξίας, κοινᾶνι παρ᾽ εὐθυτάτῳ γνώμαν πιθών,
πάντα ἰσάντι νόῳ: ψευδέων δ᾽ οὐχ ἅπτεται: κλέπτει τέ νιν
30οὐ θεὸς οὐ βροτὸς ἔργοις οὔτε βουλαῖς.
καὶ τότε γνοὺς Ἴσχυος Εἰλατίδα
ξεινίαν κοίταν ἄθεμίν τε δόλον, πέμψεν κασιγνήταν μένει
θύοισαν ἀμαιμακέτῳ
[60] ἐς Λακέρειαν. ἐπεὶ παρὰ Βοιβιάδος κρημνοῖσιν ᾤκει παρθένος. δαίμων δ᾽ ἕτερος
35ἐς κακὸν τρέψαις ἐδαμάσσατό νιν: καὶ γειτόνων
πολλοὶ ἐπαῦρον, ἁμᾷ δ᾽ ἔφθαρεν, πολλὰν δ᾽ ὄρει πῦρ ἐξ ἑνὸς
σπέρματος ἐνθορὸν ἀΐστωσεν ὕλαν.
ἀλλ᾽ ἐπεὶ τείχει θέσαν ἐν ξυλίνῳ
σύγγονοι κούραν, σέλας δ᾽ ἀμφέδραμεν
40 [70] λάβρον Ἁφαίστου, τότ᾽ ἔειπεν Ἀπόλλων: ‘οὐκέτι
τλάσομαι ψυχᾷ γένος ἀμὸν ὀλέσσαι
οἰκτροτάτῳ θανάτῳ ματρὸς βαρείᾳ σὺν πάθᾳ.’
ὣς φάτο: βάματι δ᾽ ἐν πρώτῳ κιχὼν παῖδ᾽ ἐκ νεκροῦ
ἅρπασε: καιομένα δ᾽ αὐτῷ διέφαινε πυρά:
45 [80] καί ῥά νιν Μάγνητι φέρων πόρε Κενταύρῳ διδάξαι
πολυπήμονας ἀνθρώποισιν ἰᾶσθαι νόσους.
τοὺς μὲν ὦν, ὅσσοι μόλον αὐτοφύτων
ἑλκέων ξυνάονες, πολιῷ χαλκῷ μέλη τετρωμένοι
χερμάδι τηλεβόλῳ,
50 [90] θερινῷ πυρὶ περθόμενοι δέμας χειμῶνι, λύσαις ἄλλον ἀλλοίων ἀχέων
ἔξαγεν, τοὺς μὲν μαλακαῖς ἐπαοιδαῖς ἀμφέπων,
τοὺς δὲ προσανέα πίνοντας, γυίοις περάπτων πάντοθεν
φάρμακα, τοὺς δὲ τομαῖς ἔστασεν ὀρθούς.
ἀλλὰ κέρδει καὶ σοφία δέδεται.
55ἔτραπεν καὶ κεῖνον ἀγάνορι μισθῷ χρυσὸς ἐν χερσὶν φανεὶς
ἄνδρ᾽ ἐκ θανάτου κομίσαι
[100] ἤδη ἁλωκότα: χερσὶ δ᾽ ἄρα Κρονίων ῥίψαις δι᾽ ἀμφοῖν ἀμπνοὰν στέρνων κάθελεν
ὠκέως, αἴθων δὲ κεραυνὸς ἐνέσκιμψεν μόρον.
χρὴ τὰ ἐοικότα πὰρ δαιμόνων μαστευέμεν θναταῖς φρασίν,
60γνόντα τὸ πὰρ ποδός, οἵας εἰμὲν αἴσας.
μή, φίλα ψυχά, βίον ἀθάνατον
[110] σπεῦδε, τὰν δ᾽ ἔμπρακτον ἄντλει μαχανάν.
εἰ δὲ σώφρων ἄντρον ἔναι᾽ ἔτι Χείρων, καί τί οἱ
φίλτρον ἐν θυμῷ μελιγάρυες ὕμνοι
65ἁμέτεροι τίθεν: ἰατῆρά τοί κέν νιν πίθον
καί νυν ἐσλοῖσι παρασχεῖν ἀνδράσιν θερμᾶν νόσων
τινα Λατοΐδα κεκλημένον πατέρος.
[120] καί κεν ἐν ναυσὶν μόλον Ἰονίαν τάμνων θάλασσαν
Ἀρέθοισαν ἐπὶ κράναν παρ᾽ Αἰτναῖον ξένον,
70ὃς Συρακόσσαισι νέμει βασιλεὺς
πραῢς ἀστοῖς, οὐ φθονέων ἀγαθοῖς, ξείνοις δὲ θαυμαστὸς πατήρ.
τῷ μὲν διδύμας χάριτας,
[130] εἰ κατέβαν ὑγίειαν ἄγων χρυσέαν κῶμόν τ᾽ ἀέθλων Πυθίων αἴγλαν στεφάνοις.
τοὺς ἀριστεύων Φερένικος ἕλ᾽ ἐν Κίρρᾳ ποτέ,
75ἀστέρος οὐρανίου φαμὶ τηλαυγέστερον κείνῳ φάος
ἐξικόμαν κε βαθὺν πόντον περάσαις.
ἀλλ᾽ ἐπεύξασθαι μὲν ἐγὼν ἐθέλω
Ματρί, τὰν κοῦραι παρ᾽ ἐμὸν πρόθυρον σὺν Πανὶ μέλπονται θαμὰ
[140] σεμνὰν θεὸν ἐννύχιαι.
80εἰ δὲ λόγων συνέμεν κορυφάν, Ἱέρων, ὀρθὰν ἐπίστᾳ, μανθάνων οἶσθα προτέρων:
ἓν παρ᾽ ἐσλὸν πήματα σύνδυο δαίονται βροτοῖς
ἀθάνατοι.’ τὰ μὲν ὦν οὐ δύνανται νήπιοι κόσμῳ φέρειν,
ἀλλ᾽ ἀγαθοί, τὰ καλὰ τρέψαντες ἔξω.
[150] τὶν δὲ μοῖρ᾽ εὐδαιμονίας ἕπεται.
85λαγέταν γάρ τοι τύραννον δέρκεται,
εἴ τιν᾽ ἀνθρώπων, μέγας πότμος. αἰὼν δ᾽ ἀσφαλὴς
οὐκ ἔγεντ᾽ οὔτ᾽ Αἰακίδᾳ παρὰ Πηλεῖ
οὔτε παρ᾽ ἀντιθέῳ Κάδμῳ: λέγονται μὰν βροτῶν
ὄλβον ὑπέρτατον οἳ σχεῖν, οἵτε καὶ χρυσαμπύκων
90 [160] μελπομενᾶν ἐν ὄρει Μοισᾶν καὶ ἐν ἑπταπύλοις
ἄϊον Θήβαις, ὁπόθ᾽ Ἁρμονίαν γᾶμεν βοῶπιν,
δὲ Νηρέος εὐβούλου Θέτιν παῖδα κλυτάν.
καὶ θεοὶ δαίσαντο παρ᾽ ἀμφοτέροις,
καὶ Κρόνου παῖδας βασιλῆας ἴδον χρυσέαις ἐν ἕδραις, ἕδνα τε
95δέξαντο: Διὸς δὲ χάριν
[170] ἐκ προτέρων μεταμειψάμενοι καμάτων ἔστασαν ὀρθὰν καρδίαν. ἐν δ᾽ αὖτε χρόνῳ
τὸν μὲν ὀξείαισι θύγατρες ἐρήμωσαν πάθαις
εὐφροσύνας μέρος αἱ τρεῖς: ἀτὰρ λευκωλένῳ γε Ζεὺς πατὴρ
ἤλυθεν ἐς λέχος ἱμερτὸν Θυώνᾳ.
100τοῦ δὲ παῖς, ὅνπερ μόνον ἀθανάτα
[180] τίκτεν ἐν Φθίᾳ Θέτις, ἐν πολέμῳ τόξοις ἀπὸ ψυχὰν λιπὼν
ὦρσεν πυρὶ καιόμενος
ἐκ Δαναῶν γόον. εἰ δὲ νόῳ τις ἔχει θνατῶν ἀλαθείας ὁδόν, χρὴ πρὸς μακάρων
τυγχάνοντ᾽ εὖ πασχέμεν. ἄλλοτε δ᾽ ἀλλοῖαι πνοαὶ
105ὑψιπετᾶν ἀνέμων. ὄλβος οὐκ ἐς μακρὸν ἀνδρῶν ἔρχεται
[190] σάος, πολὺς εὖτ᾽ ἂν ἐπιβρίσαις ἕπηται.
σμικρὸς ἐν σμικροῖς, μέγας ἐν μεγάλοις
ἔσσομαι: τὸν ἀμφέποντ᾽ αἰεὶ φρασὶν
δαίμον᾽ ἀσκήσω κατ᾽ ἐμὰν θεραπεύων μαχανάν.
110εἰ δέ μοι πλοῦτον θεὸς ἁβρὸν ὀρέξαι,
ἐλπίδ᾽ ἔχω κλέος εὑρέσθαι κεν ὑψηλὸν πρόσω.
Νέστορα καὶ Λύκιον Σαρπηδόν᾽, ἀνθρώπων φάτις,
[200] ἐξ ἐπέων κελαδεννῶν, τέκτονες οἷα σοφοὶ
ἅρμοσαν, γιγνώσκομεν. δ᾽ ἀρετὰ κλειναῖς ἀοιδαῖς
115χρονία τελέθει. παύροις δὲ πράξασθ᾽ εὐμαρές.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (1885)
load focus English (Diane Arnson Svarlien)
hide References (52 total)
  • Commentary references to this page (39):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Oedipus Tyrannus, 513-862
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Oedipus Tyrannus, 863-910
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Oedipus at Colonus, 127
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Oedipus at Colonus, 144
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Oedipus at Colonus, 1458
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Oedipus at Colonus, 148
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Antigone, 699
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Antigone, 813
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Antigone, 966
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Ajax, 11
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Electra, 1426
    • W. W. How, J. Wells, A Commentary on Herodotus, 7.203
    • Thomas W. Allen, E. E. Sikes, Commentary on the Homeric Hymns, HYMN TO ASCLEPIUS
    • Thomas W. Allen, E. E. Sikes, Commentary on the Homeric Hymns, HYMN TO PAN
    • Thomas W. Allen, E. E. Sikes, Commentary on the Homeric Hymns, HYMN TO APOLLO
    • Thomas W. Allen, E. E. Sikes, Commentary on the Homeric Hymns, HYMN TO HERMES
    • W. Walter Merry, James Riddell, D. B. Monro, Commentary on the Odyssey (1886), 19.266
    • W. Walter Merry, James Riddell, D. B. Monro, Commentary on the Odyssey (1886), 1.277
    • Walter Leaf, Commentary on the Iliad (1900), 9.329
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 1
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 10
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 13
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 2
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 3
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 4
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 6
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 7
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 8
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 9
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 1
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 10
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 11
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 12
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 2
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 4
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 5
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 6
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 8
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 9
  • Cross-references to this page (6):
    • Thomas W. Allen, E. E. Sikes, Commentary on the Homeric Hymns, THE HOMERIC HYMNS IN ANTIQUITY
    • William Watson Goodwin, Syntax of the Moods and Tenses of the Greek Verb, Chapter III
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, His style
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, Dialect
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, Syntax
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, Pindar's life
  • Cross-references in notes to this page (6):
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: