Pythian 2
ΙΕΡΩΝΙ ΣΨΡΑΚΟΣΙΩι
ΑΡΜΑΤΙ
μεγαλοπόλιες ὦ Συράκοσαι, βαθυπολέμου
τέμενος Ἄρεος, ἀνδρῶν ἵππων τε σιδαροχαρμᾶν δαιμόνιαι τροφοί,
ὔμμιν τόδε τᾶν λιπαρᾶν ἀπὸ Θηβᾶν φέρων
μέλος ἔρχομαι ἀγγελίαν τετραορίας ἐλελίχθονος,
5εὐάρματος Ἱέρων ἐν ᾇ κρατέων
[10] τηλαυγέσιν ἀνέδησεν Ὀρτυγίαν στεφάνοις,
ποταμίας ἕδος Ἀρτέμιδος, ἇς οὐκ ἄτερ
κείνας ἀγαναῖσιν ἐν χερσὶ ποικιλανίους ἐδάμασσε πώλους.
ἐπὶ γὰρ ἰοχέαιρα παρθένος χερὶ διδύμᾳ
10 [20] ὅ τ᾽ ἐναγώνιος Ἑρμᾶς αἰγλᾶντα τίθησι κόσμον, ξεστὸν ὅταν δίφρον
ἔν θ᾽ ἅρματα πεισιχάλινα καταζευγνύῃ
σθένος ἵππιον, ὀρσοτρίαιναν εὐρυβίαν καλέων θεόν.
ἄλλοις δέ τις ἐτέλεσσεν ἄλλος ἀνὴρ
εὐαχέα βασιλεῦσιν ὕμνον, ἄποιν᾽ ἀρετᾶς.
15κελαδέοντι μὲν ἀμφὶ Κινύραν πολλάκις
[30] φᾶμαι Κυπρίων, τὸν ὁ χρυσοχαῖτα προφρόνως ἐφίλησ᾽ Ἀπόλλων,
ἱερέα κτίλον Ἀφροδίτας: ἄγει δὲ χάρις φίλων ποίνιμος ἀντὶ ἔργων ὀπιζομένα:
σὲ δ᾽, ὦ Δεινομένειε παῖ, Ζεφυρία πρὸ δόμων
Λοκρὶς παρθένος ἀπύει, πολεμίων καμάτων ἐξ ἀμαχάνων
20διὰ τεὰν δύναμιν δρακεῖσ᾽ ἀσφαλές.
[40] θεῶν δ᾽ ἐφετμαῖς Ἰξίονα φαντὶ ταῦτα βροτοῖς
λέγειν ἐν πτερόεντι τροχῷ
παντᾷ κυλινδόμενον:
τὸν εὐεργέταν ἀγαναῖς ἀμοιβαῖς ἐποιχομένους τίνεσθαι.
25ἔμαθε δὲ σαφές. εὐμενέσσι γὰρ παρὰ Κρονίδαις
γλυκὺν ἑλὼν βίοτον, μακρὸν οὐχ ὑπέμεινεν ὄλβον, μαινομέναις φρασὶν
[50] Ἥρας ὅτ᾽ ἐράσσατο, τὰν Διὸς εὐναὶ λάχον
πολυγαθέες: ἀλλά νιν ὕβρις εἰς ἀυάταν ὑπεράφανον
ὦρσεν: τάχα δὲ παθὼν ἐοικότ᾽ ἀνὴρ
30ἐξαίρετον ἕλε μόχθον. αἱ δύο δ᾽ ἀμπλακίαι
φερέπονοι τελέθοντι: τὸ μὲν ἥρως ὅτι
ἐμφύλιον αἷμα πρώτιστος οὐκ ἄτερ τέχνας ἐπέμιξε θνατοῖς,
[60] ὅτι τε μεγαλοκευθέεσσιν ἔν ποτε θαλάμοις
Διὸς ἄκοιτιν ἐπειρᾶτο. χρὴ δὲ κατ᾽ αὐτὸν αἰεὶ παντὸς ὁρᾶν μέτρον.
35εὐναὶ δὲ παράτροποι ἐς κακότατ᾽ ἀθρόαν
ἔβαλον: ποτὶ καὶ τὸν ἵκοντ᾽: ἐπεὶ νεφέλᾳ παρελέξατο,
ψεῦδος γλυκὺ μεθέπων, ἄϊδρις ἀνήρ:
[70] εἶδος γὰρ ὑπεροχωτάτᾳ πρέπεν οὐρανιᾶν
θυγατέρι Κρόνου: ἅντε δόλον αὐτῷ θέσαν
40Ζηνὸς παλάμαι, καλὸν πῆμα. τὸν δὲ τετράκναμον ἔπραξε δεσμόν,
ἑὸν ὄλεθρον ὅγ᾽: ἐν δ᾽ ἀφύκτοισι γυιοπέδαις πεσὼν τὰν πολύκοινον ἀνδέξατ᾽ ἀγγελίαν.
ἄνευ οἱ Χαρίτων τέκεν γόνον ὑπερφίαλον,
[80] μόνα καὶ μόνον, οὔτ᾽ ἐν ἀνδράσι γερασφόρον οὔτ᾽ ἐν θεῶν νόμοις:
τὸν ὀνύμαξε τράφοισα Κένταυρον, ὃς
45ἵπποισι Μαγνητίδεσσι ἐμίγνυτ᾽ ἐν Παλίου
σφυροῖς, ἐκ δ᾽ ἐγένοντο στρατὸς
θαυμαστός, ἀμφοτέροις
ὁμοῖοι τοκεῦσι, τὰ ματρόθεν μὲν κάτω, τὰ δ᾽ ὕπερθε πατρός.
[90] θεὸς ἅπαν ἐπὶ ἐλπίδεσσι τέκμαρ ἀνύεται,
50θεός, ὃ καὶ πτερόεντ᾽ αἰετὸν κίχε, καὶ θαλασσαῖον παραμείβεται
δελφῖνα, καὶ ὑψιφρόνων τιν᾽ ἔκαμψε βροτῶν,
ἑτέροισι δὲ κῦδος ἀγήραον παρέδωκ᾽. ἐμὲ δὲ χρεὼν
φεύγειν δάκος ἀδινὸν κακαγοριᾶν.
εἶδον γὰρ ἑκὰς ἐὼν τὰ πόλλ᾽ ἐν ἀμαχανίᾳ
55 [100] ψογερὸν Ἀρχίλοχον βαρυλόγοις ἔχθεσιν
πιαινόμενον: τὸ πλουτεῖν δὲ σὺν τύχᾳ πότμου σοφίας ἄριστον.
τὺ δὲ σάφα νιν ἔχεις, ἐλευθέρᾳ φρενὶ πεπαρεῖν,
πρύτανι κύριε πολλᾶν μὲν εὐστεφάνων ἀγυιᾶν καὶ στρατοῦ. εἰ δέ τις
[110] ἤδη κτεάτεσσί τε καὶ περὶ τιμᾷ λέγει
60ἕτερόν τιν᾽ ἀν᾽ Ἑλλάδα τῶν πάροιθε γενέσθαι ὑπέρτερον,
χαύνα πραπίδι παλαιμονεῖ κενεά.
εὐανθέα δ᾽ ἀναβάσομαι στόλον ἀμφ᾽ ἀρετᾷ
κελαδέων. νεότατι μὲν ἀρήγει θράσος
δεινῶν πολέμων: ὅθεν φαμὶ καὶ σὲ τὰν ἀπείρονα δόξαν εὑρεῖν,
65 [120] τὰ μὲν ἐν ἱπποσόαισιν ἄνδρεσσι μαρνάμενον, τὰ δ᾽ ἐν πεζομάχαισι: βουλαὶ δὲ πρεσβύτεραι
ἀκίνδυνον ἐμοὶ ἔπος σὲ ποτὶ πάντα λόγον
ἐπαινεῖν παρέχοντι. χαῖρε. τόδε μὲν κατὰ Φοίνισσαν ἐμπολὰν
μέλος ὑπὲρ πολιᾶς ἁλὸς πέμπεται:
τὸ Καστόρειον δ᾽ ἐν Αἰολίδεσσι χορδαῖς ἑκὼν
70ἄθρησον χάριν ἑπτακτύπου
[130] φόρμιγγος ἀντόμενος.
γένοι᾽ οἷος ἐσσὶ μαθών: καλός τοι πίθων παρὰ παισίν, αἰεὶ
καλός. ὁ δὲ Ῥαδάμανθυς εὖ πέπραγεν, ὅτι φρενῶν
ἔλαχε καρπὸν ἀμώμητον, οὐδ᾽ ἀπάταισι θυμὸν τέρπεται ἔνδοθεν:
75οἷα ψιθύρων παλάμαις ἕπετ᾽ αἰεὶ βροτῷ.
[140] ἄμαχον κακὸν ἀμφοτέροις διαβολιᾶν ὑποφάτιες,
ὀργαῖς ἀτενὲς ἀλωπέκων ἴκελοι.
κερδοῖ δὲ τί μάλα τοῦτο κερδαλέον τελέθει;
ἅτε γὰρ εἰνάλιον πόνον ἐχοίσας βαθὺν
80σκευᾶς ἑτέρας, ἀβάπτιστός εἰμι, φελλὸς ὣς ὑπὲρ ἕρκος ἅλμας.
ἀδύνατα δ᾽ ἔπος ἐκβαλεῖν κραταιὸν ἐν ἀγαθοῖς
[150] δόλιον ἀστόν: ὅμως μὰν σαίνων ποτὶ πάντας, ἄταν πάγχυ διαπλέκει.
οὔ οἱ μετέχω θράσεος: φίλον εἴη φιλεῖν:
ποτὶ δ᾽ ἐχθρὸν ἅτ᾽ ἐχθρὸς ἐὼν λύκοιο δίκαν ὑποθεύσομαι,
85ἄλλ᾽ ἄλλοτε πατέων ὁδοῖς σκολιαῖς.
ἐν πάντα δὲ νόμον εὐθύγλωσσος ἀνὴρ προφέρει,
[160] παρὰ τυραννίδι, χὠπόταν ὁ λάβρος στρατός,
χὤταν πόλιν οἱ σοφοὶ τηρέωντι. χρὴ δὲ πρὸς θεὸν οὐκ ἐρίζειν,
ὃς ἀνέχει τοτὲ μὲν τὰ κείνων, τότ᾽ αὖθ᾽ ἑτέροις ἔδωκεν μέγα κῦδος. ἀλλ᾽ οὐδὲ ταῦτα νόον
90ἰαίνει φθονερῶν: στάθμας δέ τινος ἑλκόμενοι
περισσᾶς ἐνέπαξαν ἕλκος ὀδυναρὸν ἑᾷ πρόσθε καρδίᾳ,
[170] πρὶν ὅσα φροντίδι μητίονται τυχεῖν.
φέρειν δ᾽ ἐλαφρῶς ἐπαυχένιον λαβόντα ζυγὸν
ἀρήγει: ποτὶ κέντρον δέ τοι
95λακτιζέμεν τελέθει
ὀλισθηρὸς οἶμος: ἁδόντα δ᾽ εἴη με τοῖς ἀγαθοῖς ὁμιλεῖν.