Pythian 10
ΙΠΠΟΚΛΕΙ ΘΕΣΣΑΛΩι
ΠΑΙΔΙ ΔΙΑΥΛΟΔΡΟΜΩι
ὄλβια Λακεδαίμων,
μάκαιρα Θεσσαλία: πατρὸς δ᾽ ἀμφοτέραις ἐξ ἑνὸς
ἀριστομάχου γένος Ἡρακλεῦς βασιλεύει.
τί κομπέω παρὰ καιρόν; ἀλλά με Πυθώ τε καὶ τὸ Πελινναῖον ἀπύει
5Ἀλεύα τε παῖδες, Ἱπποκλέᾳ ἐθέλοντες
[10] ἀγαγεῖν ἐπικωμίαν ἀνδρῶν κλυτὰν ὄπα.
γεύεται γὰρ ἀέθλων:
στρατῷ τ᾽ ἀμφικτιόνων ὁ Παρνάσιος αὐτὸν μυχὸς
διαυλοδρομᾶν ὕπατον παίδων ἀνέειπεν.
10Ἄπολλον, γλυκὺ δ᾽ ἀνθρώπων τέλος ἀρχά τε δαίμονος ὀρνύντος αὔξεται:
ὁ μέν που τεοῖς γε μήδεσι τοῦτ᾽ ἔπραξεν:
[20] τὸ δὲ συγγενὲς ἐμβέβακεν ἴχνεσιν πατρὸς
Ὀλυμπιονίκα δὶς ἐν πολεμαδόκοις
Ἄρεος ὅπλοις:
15ἔθηκε καὶ βαθυλείμων ὑπὸ Κίρρας ἀγὼν
πέτραν κρατησίποδα Φρικίαν.
ἕσποιτο μοῖρα καὶ ὑστέραισιν
ἐν ἁμέραις ἀγάνορα πλοῦτον ἀνθεῖν σφίσιν:
τῶν δ᾽ ἐν Ἑλλάδι τερπνῶν
20 [30] λαχόντες οὐκ ὀλίγαν δόσιν, μὴ φθονεραῖς ἐκ θεῶν
μετατροπίαις ἐπικύρσαιεν. θεὸς εἴη
ἀπήμων κέαρ: εὐδαίμων δὲ καὶ ὑμνητὸς οὗτος ἀνὴρ γίγνεται σοφοῖς,
ὃς ἂν χερσὶν ἢ ποδῶν ἀρετᾷ κρατήσαις
τὰ μέγιστ᾽ ἀέθλων ἕλῃ τόλμᾳ τε καὶ σθένει,
25καὶ ζώων ἔτι νεαρὸν
[40] κατ᾽ αἶσαν υἱὸν ἴδῃ τυχόντα στεφάνων Πυθίων.
ὁ χάλκεος οὐρανὸς οὔ ποτ᾽ ἀμβατὸς αὐτῷ.
ὅσαις δὲ βροτὸν ἔθνος ἀγλαΐαις ἁπτόμεσθα, περαίνει πρὸς ἔσχατον
πλόον. ναυσὶ δ᾽ οὔτε πεζὸς ἰών κεν εὕροις
30ἐς Ὑπερβορέων ἀγῶνα θαυματὰν ὁδόν.
[50] παρ᾽ οἷς ποτε Περσεὺς ἐδαίσατο λαγέτας,
δώματ᾽ ἐσελθών,
κλειτὰς ὄνων ἑκατόμβας ἐπιτόσσαις θεῷ
ῥέζοντας: ὧν θαλίαις ἔμπεδον
35εὐφαμίαις τε μάλιστ᾽ Ἀπόλλων
χαίρει, γελᾷ θ᾽ ὁρῶν ὕβριν ὀρθίαν κνωδάλων.
Μοῖσα δ᾽ οὐκ ἀποδαμεῖ
τρόποις ἐπὶ σφετέροισι: παντᾷ, δὲ χοροὶ παρθένων
[60] λυρᾶν τε βοαὶ καναχαί τ᾽ αὐλῶν δονέονται:
40δάφνᾳ τε χρυσέᾳ κόμας ἀναδήσαντες εἰλαπινάζοισιν εὐφρόνως.
νόσοι δ᾽ οὔτε γῆρας οὐλόμενον κέκραται
ἱερᾷ γενεᾷ: πόνων δὲ καὶ μαχᾶν ἄτερ
οἰκέοισι φυγόντες
ὑπέρδικον Νέμεσιν. θρασείᾳ δὲ πνέων καρδίᾳ
45 [70] μόλεν Δανάας ποτὲ παῖς, ἁγεῖτο δ᾽ Ἀθάνα,
ἐς ἀνδρῶν μακάρων ὅμιλον: ἔπεφνέν τε Γοργόνα, καὶ ποικίλον κάρα
δρακόντων φόβαισιν ἤλυθε νασιώταις
λίθινον θάνατον φέρων. ἐμοὶ δὲ θαυμάσαι
θεῶν τελεσάντων οὐδέν ποτε φαίνεται
50ἔμμεν ἄπιστον.
[80] κώπαν σχάσον, ταχὺ δ᾽ ἄγκυραν ἔρεισον χθονὶ
πρῴραθε, χοιράδος ἄλκαρ πέτρας.
ἐγκωμίων γὰρ ἄωτος ὕμνων
ἐπ᾽ ἄλλοτ᾽ ἄλλον ὥτε μέλισσα θύνει λόγον.
55ἔλπομαι δ᾽ Ἐφυραίων
ὄπ᾽ ἀμφὶ Πηνεϊὸν γλυκεῖαν προχεόντων ἐμὰν
τὸν Ἱπποκλέαν ἔτι καὶ μᾶλλον σὺν ἀοιδαῖς
[90] ἕκατι στεφάνων θαητὸν ἐν ἅλιξι θησέμεν ἐν καὶ παλαιτέροις,
νέαισίν τε παρθένοισι μέλημα. καὶ γὰρ
60ἑτέροις ἑτέρων ἔρως ὑπέκνισε φρένας:
τῶν δ᾽ ἕκαστος ὀρούει,
τυχών κεν ἁρπαλέαν σχέθοι φροντίδα τὰν πὰρ ποδός:
τὰ δ᾽ εἰς ἐνιαυτὸν ἀτέκμαρτον προνοῆσαι.
[100] πέποιθα ξενίᾳ προσανέϊ Θώρακος, ὅσπερ ἐμὰν ποιπνύων χάριν
65τόδ᾽ ἔζευξεν ἅρμα Πιερίδων τετράορον,
φιλέων φιλέοντ᾽, ἄγων ἄγοντα προφρόνως.
πειρῶντι δὲ καὶ χρυσὸς ἐν βασάνῳ πρέπει
καὶ νόος ὀρθός.
ἀδελφεοὺς Ε῎τ᾽ ἐπαινήσομεν ἐσλούς, ὅτι
70ὑψοῦ φέροντι νόμον Θεσσαλῶν
[110] αὔξοντες: ἐν δ᾽ ἀγαθοῖσι κεῖνται
πατρώϊαι κεδναὶ πολίων κυβερνάσιες.