previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Olympian 7
ΔΙΑΓΟΡΑι ΡΟΔΙΩι ΠΥΚΤΗι


φιάλαν ὡς εἴ τις ἀφνειᾶς ἀπὸ χειρὸς ἑλὼν
ἔνδον ἀμπέλου καχλάζοισαν δρόσῳ
δωρήσεται
νεανίᾳ γαμβρῷ προπίνων οἴκοθεν οἴκαδε, πάγχρυσον κορυφὰν κτεάνων,
5συμποσίου τε χάριν κᾶδός τε τιμάσαις νέον, ἐν δὲ φίλων
[10] παρεόντων θῆκέ νιν ζαλωτὸν ὁμόφρονος εὐνᾶς:
καὶ ἐγὼ νέκταρ χυτόν, Μοισᾶν δόσιν, ἀεθλοφόροις
ἀνδράσιν πέμπων, γλυκὺν καρπὸν φρενός,
ἱλάσκομαι,
10Οὐλυμπίᾳ Πυθοῖ τε νικώντεσσιν: δ᾽ ὄλβιος, ὃν φᾶμαι κατέχοντ᾽ ἀγαθαί.
[20] ἄλλοτε δ᾽ ἄλλον ἐποπτεύει Χάρις ζωθάλμιος ἁδυμελεῖ
θαμὰ μὲν φόρμιγγι παμφώνοισί τ᾽ ἐν ἔντεσιν αὐλῶν.
καί νυν ὑπ᾽ ἀμφοτέρων σὺν Διαγόρᾳ κατέβαν τὰν ποντίαν
ὑμνέων παῖδ᾽ Ἀφροδίτας Ἀελίοιό τε νύμφαν, Ῥόδον,
15εὐθυμάχαν ὄφρα πελώριον ἄνδρα παρ᾽ Ἀλφεῷ στεφανωσάμενον
[30] αἰνέσω πυγμᾶς ἄποινα
καὶ παρὰ Κασταλίᾳ, πατέρα τε Δαμάγητον ἁδόντα Δίκᾳ,
Ἀσίας εὐρυχόρου τρίπολιν νᾶσον πέλας
ἐμβόλῳ ναίοντας Ἀργείᾳ σὺν αἰχμᾷ.
20ἐθελήσω τοῖσιν ἐξ ἀρχᾶς ἀπὸ Τλαπολέμου
ξυνὸν ἀγγέλλων διορθῶσαι λόγον,
Ἡρακλέος
[40] εὐρυσθενεῖ γέννᾳ. τὸ μὲν γὰρ πατρόθεν ἐκ Διὸς εὔχονται: τὸ δ᾽ Ἀμυντορίδαι
ματρόθεν Ἀστυδαμείας. ἀμφὶ δ᾽ ἀνθρώπων φρασὶν ἀμπλακίαι
25ἀναρίθμητοι κρέμανται: τοῦτο δ᾽ ἀμάχανον εὑρεῖν,
τι νῦν ἐν καὶ τελευτᾷ φέρτατον ἀνδρὶ τυχεῖν.
[50] καὶ γὰρ Ἀλκμήνας κασίγνητον νόθον
σκάπτῳ θένων
σκληρᾶς ἐλαίας ἔκταν᾽ ἐν Τίρυνθι Λικύμνιον ἐλθόντ᾽ ἐκ θαλάμων Μιδέας
30τᾶσδέ ποτε χθονὸς οἰκιστὴρ χολωθείς. αἱ δὲ φρενῶν ταραχαὶ
παρέπλαγξαν καὶ σοφόν. μαντεύσατο δ᾽ ἐς θεὸν ἐλθών.
τῷ μὲν Χρυσοκόμας εὐώδεος ἐξ ἀδύτου ναῶν πλόον
[60] εἶπε Λερναίας ἀπ᾽ ἀκτᾶς εὐθὺν ἐς ἀμφιθάλασσον νομόν,
ἔνθα ποτὲ βρέχε θεῶν βασιλεὺς μέγας χρυσέαις νιφάδεσσι πόλιν,
35ἁνίχ᾽ Ἁφαίστου τέχναισιν
χαλκελάτῳ πελέκει πατέρος Αθαναία κορυφὰν κατ᾽ ἄκραν
ἀνορούσαισ᾽ ἀλάλαξεν ὑπερμάκει βοᾷ:
[70] Οὐρανὸς δ᾽ ἔφριξέ νιν καὶ Γαῖα μάτηρ.
τότε καὶ φαυσίμβροτος δαίμων Ὑπεριονίδας
40μέλλον ἔντειλεν φυλάξασθαι χρέος
παισὶν φίλοις,
ὡς ἂν θεᾷ πρῶτοι κτίσαιεν βωμὸν ἐναργέα, καὶ σεμνὰν θυσίαν θέμενοι
πατρί τε θυμὸν ἰάναιεν κόρᾳ τ᾽ ἐγχειβρόμῳ. ἐν δ᾽ ἀρετὰν
[80] ἔβαλεν καὶ χάρματ᾽ ἀνθρώποισι Προμαθέος Αἰδώς:
45ἐπὶ μὰν βαίνει τε καὶ λάθας ἀτέκμαρτα νέφος,
καὶ παρέλκει πραγμάτων ὀρθὰν ὁδὸν
ἔξω φρενῶν.
καὶ τοὶ γὰρ αἰθοίσας ἔχοντες σπέρμ᾽ ἀνέβαν φλογὸς οὔ: τεῦξαν δ᾽ ἀπύροις ἱεροῖς
[90] ἄλσος ἐν ἀκροπόλει: κείνοις μὲν ξανθὰν ἀγαγὼν νεφέλαν
50πολὺν ὗσε χρυσόν: αὐτὰ δέ σφισιν ὤπασε τέχναν
πᾶσαν ἐπιχθονίων Γλαυκῶπις ἀριστοπόνοις χερσὶ κρατεῖν.
ἔργα δὲ ζωοῖσιν ἑρπόντεσσί θ᾽ ὁμοῖα κέλευθοι φέρον:
ἦν δὲ κλέος βαθύ. δαέντι δὲ καὶ σοφία μείζων ἄδολος τελέθει.
[100] φαντὶ δ᾽ ἀνθρώπων παλαιαὶ
55ῥήσιες, οὔπω, ὅτε χθόνα δατέοντο Ζεύς τε καὶ ἀθάνατοι,
φανερὰν ἐν πελάγει Ῥόδον ἔμμεν ποντίῳ,
ἁλμυροῖς δ᾽ ἐν βένθεσιν νᾶσον κεκρύφθαι.
ἀπεόντος δ᾽ οὔτις ἔνδειξεν λάχος Ἀελίου:
καί ῥά μιν χώρας ἀκλάρωτον λίπον,
60ἁγνὸν θεόν.
[110] μνασθέντι δὲ Ζεὺς ἄμπαλον μέλλεν θέμεν. ἀλλά νιν οὐκ εἴασεν: ἐπεὶ πολιᾶς
εἶπέ τιν᾽ αὐτὸς ὁρᾶν ἔνδον θαλάσσας αὐξομέναν πεδόθεν
πολύβοσκον γαῖαν ἀνθρώποισι καὶ εὔφρονα μήλοις.
ἐκέλευσεν δ᾽ αὐτίκα χρυσάμπυκα μὲν Λάχεσιν
65 [120] χεῖρας ἀντεῖναι, θεῶν δ᾽ ὅρκον μέγαν
μὴ παρφάμεν,
ἀλλὰ Κρόνου σὺν παιδὶ νεῦσαι, φαεννὸν ἐς αἰθέρα νιν πεμφθεῖσαν ἑᾷ κεφαλᾷ
ἐξοπίσω γέρας ἔσσεσθαι. τελεύταθεν δὲ λόγων κορυφαὶ
ἐν ἀλαθείᾳ πετοῖσαι. βλάστε μὲν ἐξ ἁλὸς ὑγρᾶς
70νᾶσος, ἔχει τέ νιν ὀξειᾶν γενέθλιος ἀκτίνων πατήρ,
[130] πῦρ πνεόντων ἀρχὸς ἵππων: ἔνθα Ῥόδῳ ποτὲ μιχθεὶς τέκεν
ἑπτὰ σοφώτατα νοήματ᾽ ἐπὶ προτέρων ἀνδρῶν παραδεξαμένους
παῖδας, ὧν εἷς μὲν Κάμειρον
πρεσβύτατόν τε Ἰάλυσον ἔτεκεν Λίνδον τ᾽: ἀπάτερθε δ᾽ ἔχον,
75διὰ γαῖαν τρίχα δασσάμενοι πατρωίαν,
[140] ἀστέων μοῖραν, κέκληνται δέ σφιν ἕδραι.
τόθι λύτρον συμφορᾶς οἰκτρᾶς γλυκὺ Τλαπολέμῳ
ἵσταται Τιρυνθίων ἀρχαγέτᾳ,
ὥσπερ θεῷ,
80μήλων τε κνισσάεσσα πομπὰ καὶ κρίσις ἀμφ᾽ ἀέθλοις. τῶν ἄνθεσι Διαγόρας
ἐστεφανώσατο δίς, κλεινᾷ τ᾽ ἐν Ἰσθμῷ τετράκις εὐτυχέων,
[150] Νεμέᾳ τ᾽ ἄλλαν ἐπ᾽ ἄλλα, καὶ κρανααῖς ἐν Ἀθάναις.
τ᾽ ἐν Ἄργει χαλκὸς ἔγνω νιν, τά τ᾽ ἐν Ἀρκαδίᾳ
ἔργα καὶ Θήβαις, ἀγῶνές τ᾽ ἔννομοι
85Βοιωτίων,
Πέλλανά τ᾽ Αἴγινά τε νικῶνθ᾽ ἑξάκις. ἐν Μεγάροισίν τ᾽ οὐχ ἕτερον λιθίνα
[160] ψᾶφος ἔχει λόγον. ἀλλ᾽, Ζεῦ πάτερ, νώτοισιν Ἀταβυρίου
μεδέων, τίμα μὲν ὕμνου τεθμὸν Ὀλυμπιονίκαν,
ἄνδρα τε πὺξ ἀρετὰν εὑρόντα, δίδοι τέ οἱ αἰδοίαν χάριν
90καὶ ποτ᾽ ἀστῶν καὶ ποτὶ ξείνων. ἐπεὶ ὕβριος ἐχθρὰν ὁδὸν
εὐθυπορεῖ, σάφα δαεὶς τέ οἱ πατέρων ὀρθαὶ φρένες ἐξ ἀγαθῶν
[170] ἔχρεον. μὴ κρύπτε κοινὸν
σπέρμ᾽ ἀπὸ Καλλιάνακτος: Ἐρατιδᾶν τοι σὺν χαρίτεσσιν ἔχει
θαλίας καὶ πόλις: ἐν δὲ μιᾷ μοίρᾳ χρόνου
95ἄλλοτ᾽ ἀλλοῖαι διαιθύσσοισιν αὖραι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (1885)
load focus English (Diane Arnson Svarlien)
hide References (48 total)
  • Commentary references to this page (33):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Oedipus Tyrannus, 911-1085
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Oedipus at Colonus, 87
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Ajax, 196
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Ajax, 774
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Electra, 424
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Trachiniae, 1
    • W. W. How, J. Wells, A Commentary on Herodotus, 5.73
    • Thomas W. Allen, E. E. Sikes, Commentary on the Homeric Hymns, HYMN TO ATHENA
    • Thomas W. Allen, E. E. Sikes, Commentary on the Homeric Hymns, HYMN TO HERMES
    • Thomas W. Allen, E. E. Sikes, Commentary on the Homeric Hymns, HYMN TO APHRODITE
    • Walter Leaf, Commentary on the Iliad (1900), 2.662
    • Walter Leaf, Commentary on the Iliad (1900), 2.670
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 1
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 10
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 11
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 12
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 13
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 14
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 3
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 4
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 5
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 6
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 8
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 9
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 1
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 12
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 2
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 3
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 4
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 5
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 6
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 8
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 9
  • Cross-references to this page (8):
    • Andrew Stewart, One Hundred Greek Sculptors, Their Careers and Extant Works, The Archaic Period
    • Thomas W. Allen, E. E. Sikes, Commentary on the Homeric Hymns, THE HOMERIC HYMNS IN ANTIQUITY
    • Harper's, Diagŏras
    • A Dictionary of Greek and Roman Antiquities (1890), JUSJURANDUM
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, His style
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, Dialect
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, Syntax
    • Smith's Bio, Damage'tus
  • Cross-references in notes to this page (7):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: