Olympian 14
ΑΣΩΠΙΧΩι ΟΡΧΟΜΕΝΙΩι
ΣΤΑΔΙΕΙ (παιδὶ Κλεοδάμου)
Καφισίων ὑδάτων
λαχοῖσαι, αἵτε ναίετε καλλίπωλον ἕδραν,
ὦ λιπαρᾶς ἀοίδιμοι βασίλειαι
Χάριτες Ὀρχομενοῦ, παλαιγόνων Μινυᾶν ἐπίσκοποι,
5κλῦτ᾽, ἐπεὶ εὔχομαι. σὺν γὰρ ὔμμιν τὰ τερπνὰ καὶ
τὰ γλυκέ᾽ ἄνεται πάντα βροτοῖς,
[10] εἰ σοφός, εἰ καλός, εἴ τις ἀγλαὸς ἀνήρ.
οὐδὲ γὰρ θεοὶ σεμνᾶν Χαρίτων ἄτερ
κοιρανέοισιν χοροὺς οὔτε δαῖτας: ἀλλὰ πάντων ταμίαι
10ἔργων ἐν οὐρανῷ, χρυσότοξον θέμεναι παρὰ
Πύθιον Ἀπόλλωνα θρόνους,
ἀέναον σέβοντι πατρὸς Ὀλυμπίοιο τιμάν.
ὦ πότνι᾽ Ἀγλαΐα
[20] φιλησίμολπέ τ᾽ Εὐφροσύνα, θεῶν κρατίστου
15παῖδες, ἐπακοοῖτε νῦν, Θαλία τε
ἐρασίμολπε, ἰδοῖσα τόνδε κῶμον ἐπ᾽ εὐμενεῖ τύχᾳ
κοῦφα βιβῶντα: Λυδῷ γὰρ Ἀσώπιχον τρόπῳ
ἔν τε μελέταις ἀείδων ἔμολον,
οὕνεκ᾽ Ὀλυμπιόνικος ἁ Μινυεία
20σεῦ ἕκατι. μελανοτειχέα νῦν δόμον
[30] Φερσεφόνας ἔλθ᾽, Ἀχοῖ, πατρὶ κλυτὰν φέροισ᾽ ἀγγελίαν,
Κλεόδαμον ὄφρ᾽ ἰδοῖσ᾽, υἱὸν εἴπῃς ὅτι οἱ νέαν
κόλποις παρ᾽ εὐδόξοις Πίσας
ἐστεφάνωσε κυδίμων ἀέθλων πτεροῖσι χαίταν.