previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Olympian 13
ΧΕΝΟΦΩΝΤΙ ΚΟΡΙΝΘΙΩι ΣΤΑΔΙΟΔΡΟΜΩι ΚΑΙ ΠΕΝΤΑΘΛΩι


τρισολυμπιονίκαν
ἐπαινέων οἶκον ἅμερον ἀστοῖς,
ξένοισι δὲ θεράποντα, γνώσομαι
τὰν ὀλβίαν Κόρινθον, Ἰσθμίου
5πρόθυρον Ποτειδᾶνος, ἀγλαόκουρον.
ἐν τᾷ γὰρ Εὐνομία ναίει, κασίγνηταί τε, βάθρον πολίων ἀσφαλές,
[10] Δίκα καὶ ὁμότροφος Εἰρήνα, ταμίαι ἀνδράσι πλούτου,
χρύσεαι παῖδες εὐβούλου Θέμιτος:
ἐθέλοντι δ᾽ ἀλέξειν
10Ὕβριν, Κόρου ματέρα θρασύμυθον.
ἔχω καλά τε φράσαι, τόλμα τέ μοι
εὐθεῖα γλῶσσαν ὀρνύει λέγειν.
ἄμαχον δὲ κρύψαι τὸ συγγενὲς ἦθος.
ὔμμιν δέ, παῖδες Ἀλάτα, πολλὰ μὲν νικαφόρον ἀγλαΐαν ὤπασαν
15 [20] ἄκραις ἀρεταῖς ὑπερελθόντων ἱεροῖς ἐν ἀέθλοις,
πολλὰ δ᾽ ἐν καρδίαις ἀνδρῶν ἔβαλον
ὧραι πολυάνθεμοι ἀρχαῖα σοφίσμαθ᾽. ἅπαν δ᾽ εὑρόντος ἔργον.
ταὶ Διωνύσου πόθεν ἐξέφανεν
σὺν βοηλάτᾳ χάριτες διθυράμβῳ:
20τίς γὰρ ἱππείοις ἐν ἔντεσσιν μέτρα,
θεῶν ναοῖσιν οἰωνῶν βασιλέα δίδυμον
[30] ἐπέθηκ᾽; ἐν δὲ Μοῖσ᾽ ἁδύπνοος,
ἐν δ᾽ Ἄρης ἀνθεῖ νέων οὐλίαις αἰχμαῖσιν ἀνδρῶν.
ὕπατ᾽ εὐρὺ ἀνάσσων
25Ὀλυμπίας, ἀφθόνητος ἔπεσσιν
γένοιο χρόνον ἅπαντα, Ζεῦ πάτερ,
καὶ τόνδε λαὸν ἀβλαβῆ νέμων
Ξενοφῶντος εὔθυνε δαίμονος οὖρον:
[40] δέξαι τέ οἱ στεφάνων ἐγκώμιον τεθμόν, τὸν ἄγει πεδίων ἐκ Πίσας,
30πεντάθλῳ ἅμα σταδίου νικῶν δρόμον: ἀντεβόλησεν
τῶν ἀνὴρ θνατὸς οὔπω τις πρότερον.
δύο δ᾽ αὐτὸν ἔρεψαν
πλόκοι σελίνων ἐν Ἰσθμιάδεσσιν
φανέντα: Νέμεά τ᾽ οὐκ ἀντιξοεῖ.
35πατρὸς δὲ Θεσσαλοῦ ἐπ᾽ Ἀλφεοῦ
ῥεέθροισιν αἴγλα ποδῶν ἀνάκειται,
[50] Πυθοῖ τ᾽ ἔχει σταδίου τιμὰν διαύλου θ᾽ ἁλίῳ ἀμφ᾽ ἑνί, μηνός τέ οἱ
τωὐτοῦ κρανααῖς ἐν᾽ Ἀθάναισι τρία ἔργα ποδαρκὴς
ἅμερα θῆκε κάλλιστ᾽ ἀμφὶ κόμαις,
40Ἑλλώτια δ᾽ ἑπτάκις: ἐν δ᾽ ἀμφιάλοισι Ποτειδᾶνος τεθμοῖσιν
Πτοιοδώρῳ σὺν πατρὶ μακρότεραι
[60] Τερψίᾳ θ᾽ ἕψοντ᾽ Ἐριτίμῳ τ᾽ ἀοιδαί.
ὅσσα τ᾽ ἐν Δελφοῖσιν ἀριστεύσατε
ἠδὲ χόρτοις ἐν λέοντος, δηρίομαι πολέσιν
45περὶ πλήθει καλῶν, ὡς μὰν σαφὲς
οὐκ ἂν εἰδείην λέγειν ποντιᾶν ψάφων ἀριθμόν.
ἕπεται δ᾽ ἐν ἑκάστῳ
μέτρον: νοῆσαι δὲ καιρὸς ἄριστος.
ἐγὼ δὲ ἴδιος ἐν κοινῷ σταλεὶς
50 [70] μῆτίν τε γαρύων παλαιγόνων
πόλεμόν τ᾽ ἐν ἡρωΐαις ἀρεταῖσιν
οὐ ψεύσομ᾽ ἀμφὶ Κορίνθῳ, Σίσυφον μὲν πυκνότατον παλάμαις ὡς θεόν,
καὶ τὰν πατρὸς ἀντία Μήδειαν θεμέναν γάμον αὐτᾷ,
ναῒ σώτειραν Ἀργοῖ καὶ προπόλοις.
55τὰ δὲ καί ποτ᾽ ἐν ἀλκᾷ
πρὸ Δαρδάνου τειχέων ἐδόκησαν
[80] ἐπ᾽ ἀμφότερα μαχᾶν τάμνειν τέλος,
τοὶ μὲν γένει φίλῳ σὺν Ἀτρέος
Ἑλέναν κομίζοντες, οἱ δ᾽ ἀπὸ πάμπαν
60εἴργοντες: ἐκ Λυκίας δὲ Γλαῦκον ἐλθόντα τρόμεον Δαναοί. τοῖσι μὲν
ἐξεύχετ᾽ ἐν ἄστεϊ Πειράνας σφετέρου πατρὸς ἀρχὰν
καὶ βαθὺν κλᾶρον ἔμμεν καὶ μέγαρον:
[90] ὃς τᾶς ὀφιώδεος υἱόν ποτε Γοργόνος πόλλ᾽ ἀμφὶ κρουνοῖς
Πάγασον ζεῦξαι ποθέων ἔπαθεν,
65πρίν γέ οἱ χρυσάμπυκα κούρα χαλινὸν
Παλλὰς ἤνεγκ᾽: ἐξ ὀνείρου δ᾽ αὐτίκα
ἦν ὕπαρ: φώνασε δ᾽: ‘εὕδεις, Αἰολίδα βασιλεῦ;
ἄγε φίλτρον τόδ᾽ ἵππειον δέκευ,
καὶ Δαμαίῳ νιν θύων ταῦρον ἀργᾶντα πατρὶ δεῖξον.’
70 [100] κυαναιγὶς ἐν ὄρφνᾳ
κνώσσοντί οἱ παρθένος τόσα εἰπεῖν
ἔδοξεν: ἀνὰ δ᾽ ἐπᾶλτ᾽ ὀρθῷ ποδί.
παρκείμενον δὲ συλλαβὼν τέρας,
ἐπιχώριον μάντιν ἄσμενος εὗρεν,
75δεῖξέν τε Κοιρανίδᾳ πᾶσαν τελευτὰν πράγματος, ὥς τ᾽ ἀνὰ βωμῷ θεᾶς
κοιτάξατο νύκτ᾽ ἀπὸ κείνου χρήσιος. ὥς τέ οἱ αὐτὰ
[110] Ζηνὸς ἐγχεικεραύνου παῖς ἔπορεν
δαμασίφρονα χρυσόν.
ἐνυπνίῳ δ᾽ τάχιστα πιθέσθαι
80κελήσατό μιν, ὅταν δ᾽ εὐρυσθενεῖ
καρταίποδ᾽ ἀναρύῃ Γαιαόχῳ,
θέμεν Ἱππίᾳ βωμὸν εὐθὺς Ἀθάνᾳ.
τελεῖ δὲ θεῶν δύναμις καὶ τὰν παρ᾽ ὅρκον καὶ παρὰ ἐλπίδα κούφαν κτίσιν.
[120] ἤτοι καὶ καρτερὸς ὁρμαίνων ἕλε Βελλεροφόντας,
85φάρμακον πραῢ τείνων ἀμφὶ γένυι,
ἵππον πτερόεντ᾽: ἀναβὰς δ᾽ εὐθὺς ἐνόπλια χαλκωθεὶς ἔπαιζεν.
σὺν δὲ κείνῳ καί ποτ᾽ Ἀμαζονίδων
αἰθέρος ψυχρῶν ἀπὸ κόλπων ἐρήμου
τοξόταν βάλλων γυναικεῖον στρατόν,
90καὶ Χίμαιραν πῦρ πνέοισαν καὶ Σολύμους ἔπεφνεν.
[130] διασωπάσομαί οἱ μόρον ἐγώ:
τὸν δ᾽ ἐν Οὐλύμπῳ φάτναι Ζηνὸς ἀρχαῖαι δέκονται.
ἐμὲ δ᾽ εὐθὺν ἀκόντων
ἱέντα ῥόμβον παρὰ σκοπὸν οὐ χρὴ
95τὰ πολλὰ βέλεα καρτύνειν χεροῖν.
Μοίσαις γὰρ ἀγλαοθρόνοις ἑκὼν
Ὀλιγαιθίδαισίν τ᾽ ἔβαν ἐπίκουρος.
[140] Ἰσθμοῖ τά τ᾽ ἐν Νεμέᾳ παύρῳ ἔπει θήσω φανέρ᾽ ἀθρό᾽, ἀλαθής τέ μοι
ἔξορκος ἐπέσσεται ἑξηκοντάκι δὴ ἀμφοτέρωθεν
100ἁδύγλωσσος βοὰ κάρυκος ἐσλοῦ.
τὰ δ᾽ Ὀλυμπίᾳ αὐτῶν
ἔοικεν ἤδη πάροιθε λελέχθαι:
τά τ᾽ ἐσσόμενα τότ᾽ ἂν φαίην σαφές:
νῦν δ᾽ ἔλπομαι μέν, ἐν θεῷ γε μὰν
105τέλος: εἰ δὲ δαίμων γενέθλιος ἕρποι,
[150] δι᾽ τοῦτ᾽ Ἐνυαλίῳ τ᾽ ἐκδώσομεν πράσσειν. τὰ δ᾽ ὑπ᾽ ὀφρύϊ Παρνασσίᾳ
ἕξ: Ἄργεΐ θ᾽ ὅσσα καὶ ἐν Θήβαις, ὅσα τ᾽ Ἀρκάσιν ἀνάσσων
μαρτυρήσει Λυκαίου βωμὸς ἄναξ,
Πέλλανά τε καὶ Σικυὼν καὶ Μέγαρ᾽ Αἰακιδᾶν τ᾽ εὐερκὲς ἄλσος,
110 τ᾽ Ἐλευσὶς καὶ λιπαρὰ Μαραθών,
ταί θ᾽ ὑπ᾽ Αἴτνας ὑψιλόφου καλλίπλουτοι
[160] πόλιες, τ᾽ Εὔβοια: καὶ πᾶσαν κατὰ
Ἑλλάδ᾽ εὑρήσεις ἐρευνῶν μάσσον᾽ ὡς ἰδέμεν.
ἄνα, κούφοισιν ἐκνεῦσαι ποσίν:
115Ζεῦ τέλει᾽, αἰδῶ δίδοι καὶ τύχαν τερπνῶν γλυκεῖαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (1885)
load focus English (Diane Arnson Svarlien)
hide References (50 total)
  • Commentary references to this page (39):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Oedipus at Colonus, 164
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Oedipus at Colonus, 714
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Oedipus at Colonus, 715
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Ajax, 1255
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Ajax, 130
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Electra, 211
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Philoctetes, 68
    • W. W. How, J. Wells, A Commentary on Herodotus, 5.92B
    • W. W. How, J. Wells, A Commentary on Herodotus, 8.77
    • W. Walter Merry, James Riddell, D. B. Monro, Commentary on the Odyssey (1886), 11.325
    • W. Walter Merry, James Riddell, D. B. Monro, Commentary on the Odyssey (1886), 11.344
    • W. Walter Merry, James Riddell, D. B. Monro, Commentary on the Odyssey (1886), 11.593
    • W. Walter Merry, James Riddell, D. B. Monro, Commentary on the Odyssey (1886), 1.344
    • W. Walter Merry, James Riddell, D. B. Monro, Commentary on the Odyssey (1886), 3.6
    • W. Walter Merry, James Riddell, D. B. Monro, Commentary on the Odyssey (1886), 6.263
    • Walter Leaf, Commentary on the Iliad (1900), 23.30
    • Walter Leaf, Commentary on the Iliad (1900), 24.277
    • Walter Leaf, Commentary on the Iliad (1900), 6.181
    • Walter Leaf, Commentary on the Iliad (1900), 6.202
    • Walter Leaf, Commentary on the Iliad (1900), 8.434
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 1
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 10
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 11
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 12
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 14
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 2
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 4
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 6
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 7
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 8
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 9
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 1
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 10
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 2
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 3
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 4
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 7
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 8
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 9
  • Cross-references to this page (4):
  • Cross-references in notes to this page (4):
  • Cross-references in general dictionaries to this page (3):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: