[8]
καταμαθών γε μὴν ὁ Λυκοῦργος καὶ ὅτι ἀπὸ τῶν σίτων οἱ μὲν διαπονούμενοι εὖχροί τε καὶ εὔσαρκοι καὶ εὔρωστοί εἰσιν, οἱ δ᾽ ἄπονοι πεφυσημένοι τε καὶ αἰσχροὶ καὶ ἀσθενεῖς ἀναφαίνονται, οὐδὲ τούτου ἠμέλησεν, ἀλλ᾽ ἐννοῶν ὅτι καὶ ὅταν αὐτός τις τῇ ἑαυτοῦ γνώμῃ φιλοπονῇ, ἀρκούντως τὸ σῶμα ἔχων ἀναφαίνεται, ἐπέταξε τὸν ἀεὶ πρεσβύτατον ἐν τῷ γυμνασίῳ ἑκάστῳ ἐπιμελεῖσθαι ὡς μήποτε †αὐτοὶ ἐλάττους τῶν σιτίων γίγνεσθαι†.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.