previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[27]

εἰ δὲ δεῖ καὶ παιδικοῦ λόγου ἐπιμνησθῆναι, λέγεται, ὅτε Κῦρος ἀπῄει καὶ ἀπηλλάττοντο ἀπ᾽ ἀλλήλων, τοὺς συγγενεῖς φιλοῦντας τῷ στόματι ἀποπέμπεσθαι αὐτὸν νόμῳ Περσικῷ: καὶ γὰρ νῦν ἔτι τοῦτο ποιοῦσι Πέρσαι: ἄνδρα δέ τινα τῶν Μήδων μάλα καλὸν κἀγαθὸν ὄντα ἐκπεπλῆχθαι πολύν τινα χρόνον ἐπὶ τῷ κάλλει τοῦ Κύρου, ἡνίκα δὲ ἑώρα τοὺς συγγενεῖς φιλοῦντας αὐτόν, ὑπολειφθῆναι: ἐπεὶ δ᾽ οἱ ἄλλοι ἀπῆλθον, προσελθεῖν τῷ Κύρῳ καὶ εἰπεῖν: ἐμὲ μόνον οὐ γιγνώσκεις τῶν συγγενῶν, Κῦρε; τί δέ, εἰπεῖν τὸν Κῦρον, καὶ σὺ συγγενὴς εἶ; μάλιστα, φάναι. ταῦτ᾽ ἄρα, εἰπεῖν τὸν Κῦρον, καὶ ἐνεώρας μοι: πολλάκις γὰρ δοκῶ σε γιγνώσκειν τοῦτο ποιοῦντα. προσελθεῖν γάρ σοι, ἔφη, ἀεὶ βουλόμενος ναὶ μὰ τοὺς θεοὺς ᾐσχυνόμην. ἀλλ᾽ οὐκ ἔδει, φάναι τὸν Κῦρον, συγγενῆ γε ὄντα: ἅμα δὲ προσελθόντα φιλῆσαι αὐτόν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Walter Miller, 1914)
hide References (12 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: