previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[11] καὶ Ἀστυάγης λέγει: δὲ σὸς πατήρ, παῖ, πίνων οὐ μεθύσκεται; οὐ μὰ Δί᾽, ἔφη. ἀλλὰ πῶς ποιεῖ; διψῶν παύεται, ἄλλο δὲ κακὸν οὐδὲν πάσχει: οὐ γάρ, οἶμαι, πάππε, Σάκας αὐτῷ οἰνοχοεῖ. καὶ μήτηρ εἶπεν: ἀλλὰ τί ποτε σύ, παῖ, τῷ Σάκᾳ οὕτω πολεμεῖς; τὸν δὲ Κῦρον εἰπεῖν: ὅτι νὴ Δία, φάναι, μισῶ αὐτόν: πολλάκις γάρ με πρὸς τὸν πάππον ἐπιθυμοῦντα προσδραμεῖν οὗτος μιαρώτατος ἀποκωλύει. ἀλλ᾽ ἱκετεύω, φάναι, πάππε, δός μοι τρεῖς ἡμέρας ἄρξαι αὐτοῦ. καὶ τὸν Ἀστυάγην εἰπεῖν: καὶ πῶς ἂν ἄρξαις αὐτοῦ; καὶ τὸν Κῦρον φάναι: στὰς ἂν ὥσπερ οὗτος ἐπὶ τῇ εἰσόδῳ, ἔπειτα ὁπότε βούλοιτο παριέναι ἐπ᾽ ἄριστον, λέγοιμ᾽ ἂν ὅτι οὔπω δυνατὸν τῷ ἀρίστῳ ἐντυχεῖν: σπουδάζει γὰρ πρός τινας: εἶθ᾽ ὁπότε ἥκοι ἐπὶ τὸ δεῖπνον, λέγοιμ᾽ ἂν ὅτι λοῦται: εἰ δὲ πάνυ σπουδάζοι φαγεῖν, εἴποιμ᾽ ἂν ὅτι παρὰ ταῖς γυναιξίν ἐστιν: ἕως παρατείναιμι τοῦτον ὥσπερ οὗτος ἐμὲ παρατείνει ἀπὸ σοῦ κωλύων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Walter Miller, 1914)
hide References (17 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: