previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

6.

ἐκ δὲ τούτου οἱ μὲν τὰ νικητήρια φιλήματα ἀπολαμβάνειν τὸν Κριτόβουλον ἐκέλευον, οἱ δὲ τὸν κύριον πείθειν, οἱ δὲ καὶ ἄλλα ἔσκωπτον. δὲ Ἑρμογένης κἀνταῦθα ἐσιώπα. καὶ Σωκράτης ὀνομάσας αὐτόν, ἔχοις ἄν, ἔφη, Ἑρμόγενες, εἰπεῖν ἡμῖν τί ἐστὶ παροινία; καὶ ὃς ἀπεκρίνατο: εἰ μὲν τι ἐστὶν ἐρωτᾷς, οὐκ οἶδα: τὸ μέντοι μοι δοκοῦν εἴποιμ᾽ ἄν. [2] ἀλλ᾽, δοκεῖ, τοῦτ᾽, ἔφη. τὸ τοίνυν παρ᾽ οἶνον λυπεῖν τοὺς συνόντας, τοῦτ᾽ ἐγὼ κρίνω παροινίαν. οἶσθ᾽ οὖν, ἔφη, ὅτι καὶ σὺ νῦν ἡμᾶς λυπεῖς σιωπῶν; καὶ ὅταν λέγητ᾽; ἔφη. οὐκ ἀλλ᾽ ὅταν διαλίπωμεν. οὖν λέληθέ σε ὅτι μεταξὺ τοῦ ὑμᾶς λέγειν οὐδ᾽ ἂν τρίχα, μὴ ὅτι λόγον ἄν τις παρείρειε; [3] καὶ Σωκράτης, Καλλία, ἔχοις ἄν τι, ἔφη, ἀνδρὶ ἐλεγχομένῳ βοηθῆσαι; ἔγωγ᾽, ἔφη. ὅταν γὰρ αὐλὸς φθέγγηται, παντάπασι σιωπῶμεν. καὶ Ἑρμογένης, οὖν βούλεσθε, ἔφη, ὥσπερ Νικόστρατος ὑποκριτὴς τετράμετρα πρὸς τὸν αὐλὸν κατέλεγεν, οὕτω καὶ ὑπὸ τοῦ αὐλοῦ ὑμῖν διαλέγωμαι; [4] καὶ Σωκράτης, πρὸς τῶν θεῶν, ἔφη, Ἑρμόγενες, οὕτω ποίει. οἶμαι γάρ, ὥσπερ ᾠδὴ ἡδίων πρὸς τὸν αὐλόν, οὕτω καὶ τοὺς σοὺς λόγους ἡδύνεσθαι ἄν τι ὑπὸ τῶν φθόγγων, ἄλλως τε καὶ εἰ μορφάζοις, ὥσπερ αὐλητρίς, καὶ σὺ πρὸς τὰ λεγόμενα. [5] καὶ Καλλίας ἔφη: ὅταν οὖν Ἀντισθένης ὅδ᾽ ἐλέγχῃ τινὰ ἐν τῷ συμποσίῳ, τί ἔσται τὸ αὔλημα; καὶ Ἀντισθένης εἶπε: Τῷ μὲν ἐλεγχομένῳ οἶμαι ἄν, ἔφη, πρέπειν συριγμόν. [6]

τοιούτων δὲ λόγων ὄντων ὡς ἑώρα Συρακόσιος τῶν μὲν αὑτοῦ ἐπιδειγμάτων ἀμελοῦντας, ἀλλήλοις δὲ ἡδομένους, φθονῶν τῷ Σωκράτει εἶπεν: ἆρα σύ, Σώκρατες, φροντιστὴς ἐπικαλούμενος; οὐκοῦν κάλλιον, ἔφη, εἰ ἀφρόντιστος ἐκαλούμην. εἰ μή γε ἐδόκεις τῶν μετεώρων φροντιστὴς εἶναι. [7] οἶσθα οὖν, ἔφη Σωκράτης, μετεωρότερόν τι τῶν θεῶν; ἀλλ᾽ οὐ μὰ Δί᾽, ἔφη, οὐ τούτων σε λέγουσιν ἐπιμελεῖσθαι, ἀλλὰ τῶν ἀνωφελεστάτων. οὐκοῦν καὶ οὕτως ἄν, ἔφη, θεῶν ἐπιμελοίμην: ἄνωθεν μέν γε ὕοντες ὠφελοῦσιν, ἄνωθεν δὲ φῶς παρέχουσιν. εἰ δὲ ψυχρὰ λέγω, σὺ αἴτιος, ἔφη, πράγματά μοι παρέχων. [8] ταῦτα μέν, ἔφη, ἔα: ἀλλ᾽ εἰπέ μοι πόσους ψύλλα πόδας ἐμοῦ ἀπέχει. ταῦτα γάρ σέ φασι γεωμετρεῖν. καὶ Ἀντισθένης εἶπε: σὺ μέντοι δεινὸς εἶ, Φίλιππε, εἰκάζειν: οὐ δοκεῖ σοι ἀνὴρ οὗτος λοιδορεῖσθαι βουλομένῳ ἐοικέναι; ναὶ μὰ τὸν Δί᾽, ἔφη, καὶ ἄλλοις γε πολλοῖς. [9] ἀλλ᾽ ὅμως, ἔφη Σωκράτης, σὺ αὐτὸν μὴ εἴκαζε, ἵνα μὴ καὶ σὺ λοιδορουμένῳ ἐοίκῃς. ἀλλ᾽ εἴπερ γε τοῖς πᾶσι καλοῖς καὶ τοῖς βελτίστοις εἰκάζω αὐτόν, ἐπαινοῦντι μᾶλλον λοιδορουμένῳ δικαίως ἂν εἰκάζοι μέ τις. καὶ νῦν σύγε λοιδορουμένῳ ἔοικας, εἰπάντ᾽ αὐτοῦ βελτίωνφῂς εἶναι. [10] ἀλλὰ βούλει πονηροτέροις εἰκάζω αὐτόν; μηδὲ πονηροτέροις. ἀλλὰ μηδενί; μηδενὶ μηδὲ τούτων εἴκαζε. ἀλλ᾽ οὐ μέντοι γε σιωπῶν οἶδα ὅπως ἄξια τοῦ δείπνου ἐργάσομαι. καὶ ῥᾳδίως γ᾽, ἂν μὴ δεῖ λέγειν, ἔφη, σιωπᾷς. αὕτη μὲν δὴ παροινία οὕτω κατεσβέσθη.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1979)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: