previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

3.

ἐκ δὲ τούτου συνηρμοσμένῃ τῇ λύρᾳ πρὸς τὸν αὐλὸν ἐκιθάρισεν παῖς καὶ ᾖσεν. ἔνθα δὴ ἐπῄνεσαν μὲν ἅπαντες: δὲ Χαρμίδης καὶ εἶπεν: ἀλλ᾽ ἐμοὶ μὲν δοκεῖ, ἄνδρες, ὥσπερ Σωκράτης ἔφη τὸν οἶνον, οὕτως καὶ αὕτη κρᾶσις τῶν τε παίδων τῆς ὥρας καὶ τῶν φθόγγων τὰς μὲν λύπας κοιμίζειν, τὴν δ᾽ ἀφροδίτην ἐγείρειν. [2] ἐκ τούτου δὲ πάλιν εἶπεν Σωκράτης: οὗτοι μὲν δή, ἄνδρες, ἱκανοὶ τέρπειν ἡμᾶς φαίνονται: ἡμεῖς δὲ τούτων οἶδ᾽ ὅτι πολὺ βελτίονες οἰόμεθα εἶναι: οὐκ αἰσχρὸν οὖν εἰ μήδ᾽ ἐπιχειρήσομεν συνόντες ὠφελεῖν τι εὐφραίνειν ἀλλήλους; ἐντεῦθεν εἶπαν πολλοί: σὺ τοίνυν ἡμῖν ἐξηγοῦ ποίων λόγων ἁπτόμενοι μάλιστ᾽ ἂν ταῦτα ποιοῖμεν. [3] ἐγὼ μὲν τοίνυν, ἔφη, ἥδιστ᾽ ἂν ἀπολάβοιμι παρὰ Καλλίου τὴν ὑπόσχεσιν. ἔφη γὰρ δήπου, εἰ συνδειπνοῖμεν, ἐπιδείξειν τὴν αὑτοῦ σοφίαν. καὶ ἐπιδείξω γε, ἔφη, ἐὰν καὶ ὑμεῖς ἅπαντες εἰς μέσον φέρητε τι ἕκαστος ἐπίστασθε ἀγαθόν. ἀλλ᾽ οὐδείς σοι, ἔφη, ἀντιλέγει τὸ μὴ οὐ λέξειν τι ἕκαστος ἡγεῖται πλείστου ἄξιον ἐπίστασθαι. [4] ἐγὼ μὲν τοίνυν, ἔφη, λέγω ὑμῖν ἐφ᾽ μέγιστον φρονῶ. ἀνθρώπους γὰρ οἶμαι ἱκανὸς εἶναι βελτίους ποιεῖν. καὶ Ἀντισθένης εἶπε: πότερον τέχνην τινὰ βαναυσικὴν καλοκἀγαθίαν διδάσκων; εἰ καλοκἀγαθία ἐστὶν δικαιοσύνη. νὴ Δί᾽, ἔφη Ἀντισθένης, γε ἀναμφιλογωτάτη: ἐπεί τοι ἀνδρεία μὲν καὶ σοφία ἔστιν ὅτε βλαβερὰ καὶ φίλοις καὶ πόλει δοκεῖ εἶναι, δὲ δικαιοσύνη οὐδὲ καθ᾽ ἓν συμμίγνυται τῇ ἀδικίᾳ. [5] ἐπειδὰν τοίνυν καὶ ὑμῶν ἕκαστος εἴπῃ τι ὠφέλιμον ἔχει, τότε κἀγὼ οὐ φθονήσω εἰπεῖν τὴν τέχνην δι᾽ ἧς τοῦτο ἀπεργάζομαι. ἀλλὰ σὺ αὖ, ἔφη, λέγε, Νικήρατε, ἐπὶ ποίᾳ ἐπιστήμῃ μέγα φρονεῖς. καὶ ὃς εἶπεν: πατὴρ ἐπιμελούμενος ὅπως ἀνὴρ ἀγαθὸς γενοίμην ἠνάγκασέ με πάντα τὰ Ὁμήρου ἔπη μαθεῖν: καὶ νῦν δυναίμην ἂν Ἰλιάδα ὅλην καὶ Ὀδύσσειαν ἀπὸ στόματος εἰπεῖν. [6] ἐκεῖνο δ᾽, ἔφη Ἀντισθένης, λέληθέ σε, ὅτι καὶ οἱ ῥαψῳδοὶ πάντες ἐπίστανται ταῦτα τὰ ἔπη; καὶ πῶς ἄν, ἔφη, λελήθοι ἀκροώμενόν γε αὐτῶν ὀλίγου ἀν᾽ ἑκάστην ἡμέραν; οἶσθά τι οὖν ἔθνος, ἔφη, ἠλιθιώτερον ῥαψῳδῶν; οὐ μὰ τὸν Δί᾽, ἔφη Νικήρατος, οὔκουν ἔμοιγε δοκῶ. δῆλον γάρ, ἔφη Σωκράτης, ὅτι τὰς ὑπονοίας οὐκ ἐπίστανται. σὺ δὲ Στησιμβρότῳ τε καὶ Ἀναξιμάνδρῳ καὶ ἄλλοις πολλοῖς πολὺ δέδωκας ἀργύριον, ὥστε οὐδέν σε τῶν πολλοῦ ἀξίων λέληθε. [7] τί γὰρ σύ, ἔφη, Κριτόβουλε, ἐπὶ τίνι μέγιστον φρονεῖς; ἐπὶ κάλλει, ἔφη. οὖν καὶ σύ, ἔφη Σωκράτης, ἕξεις λέγειν ὅτι τῷ σῷ κάλλει ἱκανὸς εἶ βελτίους ἡμᾶς ποιεῖν; εἰ δὲ μή, δῆλόν γε ὅτι φαῦλος φανοῦμαι. [8] τί γὰρ σύ, εἶπεν, ἐπὶ τίνι μέγα φρονεῖς, Ἀντίσθενες; ἐπὶ πλούτῳ, ἔφη. μὲν δὴ Ἑρμογένης ἀνήρετο εἰ πολὺ εἴη αὐτῷ ἀργύριον. δὲ ἀπώμοσε μηδὲ ὀβολόν. ἀλλὰ γῆν πολλὴν κέκτησαι; ἴσως ἄν, ἔφη, Αὐτολύκῳ τούτῳ ἱκανὴ γένοιτο ἐγκονίσασθαι. [9] ἀκουστέον ἂν εἴη καὶ σοῦ. τί γὰρ σύ, ἔφη, Χαρμίδη, ἐπὶ τίνι μέγα φρονεῖς; ἐγὼ αὖ, ἔφη, ἐπὶ πενίᾳ μέγα φρονῶ. νὴ Δί᾽, ἔφη Σωκράτης, ἐπ᾽ εὐχαρίτῳ γε πράγματι. τοῦτο γὰρ δὴ ἥκιστα μὲν ἐπίφθονον, ἥκιστα δὲ περιμάχητον, καὶ ἀφύλακτον ὂν σῴζεται καὶ ἀμελούμενον ἰσχυρότερον γίγνεται. [10] σὺ δὲ δή, ἔφη Καλλίας, ἐπὶ τίνι μέγα φρονεῖς, Σώκρατες; καὶ ὃς μάλα σεμνῶς ἀνασπάσας τὸ πρόσωπον, ἐπὶ μαστροπείᾳ, εἶπεν. ἐπεὶ δὲ ἐγέλασαν ἐπ᾽ αὐτῷ, ὑμεῖς μὲν γελᾶτε, ἔφη, ἐγὼ δὲ οἶδ᾽ ὅτι καὶ πάνυ ἂν πολλὰ χρήματα λαμβάνοιμι, εἰ βουλοίμην χρῆσθαι τῇ τέχνῃ. [11] σύ γε μὴν δῆλον, ἔφη Λύκων τὸν Φίλιππον <προσειπών, ὅτι> ἐπὶ τῷ γελωτοποιεῖν μέγα φρονεῖς. δικαιότερόν γ᾽, ἔφη, οἴομαι, Καλλιππίδης ὑποκριτής, ὃς ὑπερσεμνύνεται ὅτι δύναται πολλοὺς κλαίοντας καθίζειν. [12] οὐκοῦν καὶ σύ, ἔφη Ἀντισθένης, λέξεις, Λύκων, ἐπὶ τίνι μέγα φρονεῖς; καὶ ὃς ἔφη: οὐ γὰρ ἅπαντες ἴστε, ἔφη, <ὅτι> ἐπὶ τούτῳ τῷ υἱεῖ; οὗτός γε μήν, ἔφη τις, δῆλον ὅτι ἐπὶ τῷ νικηφόρος εἶναι. καὶ Αὐτόλυκος ἀνερυθριάσας εἶπε: μὰ Δί᾽ οὐκ ἔγωγε. [13] ἐπεὶ δὲ ἅπαντες ἡσθέντες ὅτι ἤκουσαν αὐτοῦ φωνήσαντος προσέβλεψαν, ἤρετό τις αὐτόν: ἀλλ᾽ ἐπὶ τῷ μήν, Αὐτόλυκε; δ᾽ εἶπεν: Ἐπὶ τῷ πατρί, καὶ ἅμα ἐνεκλίθη αὐτῷ. καὶ Καλλίας ἰδών, Ἆρ᾽ οἶσθα, ἔφη, Λύκων, ὅτι πλουσιώτατος εἶ ἀνθρώπων; μὰ Δί᾽, ἔφη, τοῦτο μέντοι ἐγὼ οὐκ οἶδα. ἀλλὰ λανθάνει σε ὅτι οὐκ ἂν δέξαιο τὰ βασιλέως χρήματα ἀντὶ τοῦ υἱοῦ; ἐπ᾽ αὐτοφώρῳ εἴλημμαι, ἔφη, πλουσιώτατος, ὡς ἔοικεν, ἀνθρώπων ὤν. [14] σὺ δέ, ἔφη Νικήρατος, Ἑρμόγενες, ἐπὶ τίνι μάλιστα ἀγάλλῃ; καὶ ὅς, ἐπὶ φίλων, ἔφη, ἀρετῇ καὶ δυνάμει, καὶ ὅτι τοιοῦτοι ὄντες ἐμοῦ ἐπιμέλονται. ἐνταῦθα τοίνυν πάντες προσέβλεψαν αὐτῷ, καὶ πολλοὶ ἅμα ἤροντο εἰ καὶ σφίσι δηλώσοι αὐτούς. δὲ εἶπεν ὅτι οὐ φθονήσει.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1979)
hide References (4 total)
  • Cross-references to this page (4):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: