[10]
καὶ σὺ οὖν, ὦ γύναι, <εἰ> τοῦ μὲν ταράχου τούτου μὴ δέοιο, βούλοιο δ᾽ ἀκριβῶς διοικεῖν τὰ ὄντα εἰδέναι καὶ τῶν ὄντων εὐπόρως λαμβάνουσα ὅτῳ ἂν δέῃ χρῆσθαι, καὶ ἐμοί, ἐάν τι αἰτῶ, ἐν χάριτι διδόναι, χώραν τε δοκιμασώμεθα τὴν προσήκουσαν ἑκάστοις ἔχειν καὶ ἐν ταύτῃ θέντες διδάξωμεν τὴν διάκονον λαμβάνειν τε ἐντεῦθεν καὶ κατατιθέναι πάλιν εἰς ταύτην: καὶ οὕτως εἰσόμεθα τά τε σῶα ὄντα καὶ τὰ μή: ἡ γὰρ χώρα αὐτὴ τὸ μὴ ὂν ποθήσει, καὶ <τὸ> δεόμενον θεραπείας ἐξετάσει ἡ ὄψις, καὶ τὸ εἰδέναι ὅπου ἕκαστόν ἐστι ταχὺ ἐγχειριεῖ, ὥστε μὴ ἀπορεῖν χρῆσθαι.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.