previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

3.

ἀκούσας ταῦτα Κριτόβουλος εἶπε: νῦν τοι, ἔφη, ἐγώ σε οὐκέτι ἀφήσω, Σώκρατες, πρὶν ἄν μοι ὑπέσχησαι ἐναντίον τῶν φίλων τουτωνὶ ἀποδείξῃς. τί οὖν, ἔφη Σωκράτης, Κριτόβουλε, ἄν σοι ἀποδεικνύω πρῶτον μὲν οἰκίας τοὺς μὲν ἀπὸ πολλοῦ ἀργυρίου ἀχρήστους οἰκοδομοῦντας, τοὺς δὲ ἀπὸ πολὺ ἐλάττονος πάντα ἐχούσας ὅσα δεῖ, δόξω ἕν τί σοι τοῦτο τῶν οἰκονομικῶν ἔργων ἐπιδεικνύναι; [2] καὶ πάνυ γ᾽, ἔφη Κριτόβουλος. τί δ᾽ ἂν τὸ τούτου ἀκόλουθον μετὰ τοῦτό σοι ἐπιδεικνύω, τοὺς μὲν πάνυ πολλὰ καὶ παντοῖα κεκτημένους ἔπιπλα, καὶ τούτοις, ὅταν δέωνται, μὴ ἔχοντας χρῆσθαι μηδὲ εἰδότας εἰ σῶά ἐστιν αὐτοῖς, καὶ διὰ ταῦτα πολλὰ μὲν αὐτοὺς ἀνιωμένους, πολλὰ δὲ ἀνιῶντας τοὺς οἰκέτας: τοὺς δὲ οὐδὲν πλέον ἀλλὰ καὶ μείονα τούτων κεκτημένους ἔχοντας εὐθὺς ἕτοιμα [ὅταν] ὧν ἂν δέωνται χρῆσθαι. [3] ἄλλο τι οὖν τούτων ἐστίν, Σώκρατες, αἴτιον ὅτι τοῖς μὲν ὅπου ἔτυχεν ἕκαστον καταβέβληται, τοῖς δὲ ἐν χώρᾳ ἕκαστα τεταγμένα κεῖται; ναὶ μὰ Δί᾽, ἔφη Σωκράτης: καὶ οὐδ᾽ ἐν χώρᾳ γ᾽ ἐν ἔτυχεν, ἀλλ᾽ ἔνθα προσήκει, ἕκαστα διατέτακται. λέγειν τί μοι δοκεῖς, ἔφη, καὶ τοῦτο, Κριτόβουλος, τῶν οἰκονομικῶν. [4] τί οὖν, ἄν σοι, ἔφη, καὶ οἰκέτας αὖ ἐπιδεικνύω ἔνθα μὲν πάντας ὡς εἰπεῖν δεδεμένους, καὶ τούτους θαμινὰ ἀποδιδράσκοντας, ἔνθα δὲ λελυμένους καὶ ἐθέλοντάς τε ἐργάζεσθαι καὶ παραμένειν, οὐ καὶ τοῦτό σοι δόξω ἀξιοθέατον τῆς οἰκονομίας ἔργον ἐπιδεικνύναι; ναὶ μὰ Δί᾽, ἔφη Κριτόβουλος, καὶ σφόδρα γε. [5] ἂν δὲ καὶ παραπλησίους γεωργίας γεωργοῦντας, τοὺς μὲν ἀπολωλέναι φάσκοντας ὑπὸ γεωργίας καὶ ἀποροῦντας, τοὺς δὲ ἀφθόνως καὶ καλῶς πάντα ἔχοντας ὅσων δέονται ἀπὸ τῆς γεωργίας; ναὶ μὰ Δί᾽, ἔφη Κριτόβουλος. ἴσως γὰρ ἀναλίσκουσιν οὐκ εἰς δεῖ μόνον, ἀλλὰ καὶ εἰς βλάβην φέρει αὐτῷ καὶ τῷ οἴκῳ. [6] εἰσὶ μέν τινες ἴσως, ἔφη Σωκράτης, καὶ τοιοῦτοι. ἀλλ᾽ ἐγὼ οὐ τούτους λέγω, ἀλλ᾽ οἳ οὐδ᾽ εἰς τἀναγκαῖα ἔχουσι δαπανᾶν, γεωργεῖν φάσκοντες. καὶ τί ἂν εἴη τούτου αἴτιον, Σώκρατες; ἐγώ σε ἄξω καὶ ἐπὶ τούτους, ἔφη Σωκράτης: σὺ δὲ θεώμενος δήπου καταμαθήσῃ. νὴ Δί᾽, ἔφη, ἂν δύνωμαί γε. [7] οὐκοῦν χρὴ θεώμενον σαυτοῦ ἀποπειρᾶσθαι εἰ γνώσῃ. νῦν δ᾽ ἐγὼ σὲ σύνοιδα ἐπὶ μὲν κωμῳδῶν θέαν καὶ πάνυ πρῲ ἀνιστάμενον καὶ πάνυ μακρὰν ὁδὸν βαδίζοντα καὶ ἐμὲ ἀναπείθοντα προθύμως συνθεᾶσθαι: ἐπὶ δὲ τοιοῦτον οὐδέν με πώποτε ἔργον παρεκάλεσας. οὐκοῦν γελοῖός σοι φαίνομαι εἶναι, Σώκρατες. [8] σαυτῷ δὲ πολὺ νὴ Δί᾽, ἔφη, γελοιότερος. ἂν δὲ καὶ ἀφ᾽ ἱππικῆς σοι ἐπιδεικνύω τοὺς μὲν εἰς ἀπορίαν τῶν ἐπιτηδείων ἐληλυθότας, τοὺς δὲ διὰ τὴν ἱππικὴν καὶ πάνυ εὐπόρους ὄντας καὶ ἅμα ἀγαλλομένους ἐπὶ τῷ κέρδει; οὐκοῦν τούτους μὲν καὶ ἐγὼ ὁρῶ καὶ οἶδα ἑκατέρους, καὶ οὐδέν τι μᾶλλον τῶν κερδαινόντων γίγνομαι. [9] θεᾷ γὰρ αὐτοὺς ᾗπερ τοὺς τραγῳδούς τε καὶ κωμῳδούς, οὐχ ὅπως ποιητὴς οἴομαι γένῃ, ἀλλ᾽ ὅπως ἡσθῇς ἰδών τι ἀκούσας: καὶ ταῦτα μὲν ἴσως οὕτως ὀρθῶς ἔχειοὐ γὰρ ποιητὴς βούλει γενέσθαι), ἱππικῇ δ᾽ ἀναγκαζόμενος χρῆσθαι οὐ μῶρος οἴει εἶναι εἰ μὴ σκοπεῖς ὅπως μὴ ἰδιώτης ἔσει τούτου τοῦ ἔργου, ἄλλως τε καὶ τῶν αὐτῶν ἵππων ἀγαθῶν εἴς τε τὴν χρῆσιν καὶ κερδαλέων εἰς πώλησιν ὄντων; [10] πωλοδαμνεῖν με κελεύεις, Σώκρατες; οὐ μὰ Δί᾽ οὐδέν τι μᾶλλον καὶ γεωργοὺς ἐκ παιδίων ὠνούμενον κατασκευάζειν, ἀλλ᾽ εἶναί τινές μοι δοκοῦσιν ἡλικίαι καὶ ἵππων καὶ ἀνθρώπων, αἳ εὐθύς τε χρήσιμοί εἰσι καὶ ἐπὶ τὸ βέλτιον ἐπιδιδόασιν. ἔχω δ᾽ ἐπιδεῖξαι καὶ γυναιξὶ ταῖς γαμεταῖς τοὺς μὲν οὕτω χρωμένους ὥστε συνεργοὺς ἔχειν αὐτὰς εἰς τὸ συναύξειν τοὺς οἴκους, τοὺς δὲ ὅτι πλεῖστον λυμαίνονται. [11] καὶ τούτου πότερα χρή, Σώκρατες, τὸν ἄνδρα αἰτιᾶσθαι τὴν γυναῖκα; πρόβατον μέν, ἔφη Σωκράτης, ὡς ἐπὶ τὸ πολὺ ἂν κακῶς ἔχῃ, τὸν νομέα αἰτιώμεθα, καὶ ἵππος ὡς ἐπὶ τὸ πολὺ ἂν κακουργῇ, τὸν ἱππέα κακίζομεν: τῆς δὲ γυναικός, εἰ μὲν διδασκομένη ὑπὸ τοῦ ἀνδρὸς τἀγαθὰ κακοποιεῖ, ἴσως δικαίως ἂν γυνὴ τὴν αἰτίαν ἔχοι: εἰ δὲ μὴ διδάσκων τὰ καλὰ κἀγαθὰ ἀνεπιστήμονι τούτων χρῷτο, ἆρ᾽ οὐ δικαίως ἂν ἀνὴρ τὴν αἰτίαν ἔχοι; [12] πάντως δ᾽, ἔφη, Κριτόβουλεφίλοι γάρ ἐσμεν οἱ παρόντεςἀπαληθεῦσαι δεῖ πρὸς ἡμᾶς. ἔστιν ὅτῳ ἄλλῳ τῶν σπουδαίων πλείω ἐπιτρέπεις τῇ γυναικί; οὐδενί, ἔφη. ἔστι δὲ ὅτῳ ἐλάττονα διαλέγῃ τῇ γυναικί; [13] εἰ δὲ μή, οὐ πολλοῖς γε, ἔφη. ἔγημας δὲ αὐτὴν παῖδα νέαν μάλιστα καὶ ὡς ἐδύνατο ἐλάχιστα ἑωρακυῖαν καὶ ἀκηκουῖαν; μάλιστα. οὐκοῦν πολὺ θαυμαστότερον εἴ τι ὧν δεῖ λέγειν πράττειν ἐπίσταιτο εἰ ἐξαμαρτάνοι. [14] οἷς δὲ σὺ λέγεις ἀγαθὰς εἶναι γυναῖκας, Σώκρατες, αὐτοὶ ταύτας ἐπαίδευσαν; οὐδὲν οἷον τὸ ἐπισκοπεῖσθαι. συστήσω δέ σοι ἐγὼ καὶ Ἀσπασίαν, ἐπιστημονέστερον ἐμοῦ σοι ταῦτα πάντα ἐπιδείξει. [15] νομίζω δὲ γυναῖκα κοινωνὸν ἀγαθὴν οἴκου οὖσαν πάνυ ἀντίρροπον εἶναι τῷ ἀνδρὶ ἐπὶ τὸ ἀγαθόν. ἔρχεται μὲν γὰρ εἰς τὴν οἰκίαν διὰ τῶν τοῦ ἀνδρὸς πράξεων τὰ κτήματα ὡς ἐπὶ τὸ πολύ, δαπανᾶται δὲ διὰ τῶν τῆς γυναικὸς ταμιευμάτων τὰ πλεῖστα: καὶ εὖ μὲν τούτων γιγνομένων αὔξονται οἱ οἶκοι, κακῶς δὲ τούτων πραττομένων οἱ οἶκοι μειοῦνται. [16] οἶμαι δέ σοι καὶ τῶν ἄλλων ἐπιστημῶν τοὺς ἀξίως λόγου ἑκάστην ἐργαζομένους ἔχειν ἂν ἐπιδεῖξαί σοι, εἰ τι προσδεῖσθαι νομίζεις.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1979)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: