previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[17] ἰδίᾳ δὲ πῶς μὲν ἄν τις ἧττον ὑπὸ πόλεως ζημιοῖτο, πῶς δ᾽ ἂν μᾶλλον τιμῷτο, εἰ τοῖς νόμοις πείθοιτο; πῶς δ᾽ ἂν ἧττον ἐν τοῖς δικαστηρίοις ἡττῷτο πῶς ἂν μᾶλλον νικῴη; τίνι δ᾽ ἄν τις μᾶλλον πιστεύσειε παρακαταθέσθαι χρήματα υἱοὺς θυγατέρας; τίνα δ᾽ ἂν πόλις ὅλη ἀξιοπιστότερον ἡγήσαιτο τοῦ νομίμου; παρὰ τίνος δ᾽ ἂν μᾶλλον τῶν δικαίων τύχοιεν γονεῖς οἰκεῖοι οἰκέται φίλοι πολῖται ξένοι; τίνι δ᾽ ἂν μᾶλλον πολέμιοι πιστεύσειαν ἀνοχὰς σπονδὰς συνθήκας περὶ εἰρήνης; τίνι δ᾽ ἂν μᾶλλον τῷ νομίμῳ σύμμαχοι ἐθέλοιεν γίγνεσθαι; τῷ δ᾽ ἂν μᾶλλον οἱ σύμμαχοι πιστεύσειαν ἡγεμονίαν φρουραρχίαν πόλεις; τίνα δ᾽ ἄν τις εὐεργετήσας ὑπολάβοι χάριν κομιεῖσθαι μᾶλλον τὸν νόμιμον; τίνα μᾶλλον ἄν τις εὐεργετήσειεν παρ᾽ οὗ χάριν ἀπολήψεσθαι νομίζει; τῷ δ᾽ ἄν τις βούλοιτο μᾶλλον φίλος εἶναι τῷ τοιούτῳ, τῷ ἧττον ἐχθρός; τῷ δ᾽ ἄν τις ἧττον πολεμήσειεν μάλιστα μὲν φίλος εἶναι βούλοιτο, ἥκιστα δ᾽ ἐχθρός, καὶ πλεῖστοι μὲν φίλοι καὶ σύμμαχοι βούλοιντο εἶναι, ἐλάχιστοι δ᾽ ἐχθροὶ καὶ πολέμιοι;

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (Josiah Renick Smith, 1903)
load focus English (E. C. Marchant, 1923)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: