previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

4. Χριστοῦ οὖν παθόντος σαρκὶ καὶ ὑμεῖς τὴν αὐτὴν ἔννοιαν ὁπλίσασθε, ὅτι παθὼν σαρκὶ πέπαυται ἁμαρτίαις, [2] εἰς τὸ μηκέτι ἀνθρώπων ἐπιθυμίαις ἀλλὰ θελήματι θεοῦ τὸν ἐπίλοιπον ἐν σαρκὶ βιῶσαι χρόνον. [3] ἀρκετὸς γὰρ παρεληλυθὼς χρόνος τὸ βούλημα τῶν ἐθνῶν κατειργάσθαι, πεπορευμένους ἐν ἀσελγείαις, ἐπιθυμίαις, οἰνοφλυγίαις, κώμοις, πότοις, καὶ ἀθεμίτοις εἰδωλολατρίαις. [4] ἐν ξενίζονται μὴ συντρεχόντων ὑμῶν εἰς τὴν αὐτὴν τῆς ἀσωτίας ἀνάχυσιν, βλασφημοῦντες: [5] οἳ ἀποδώσουσιν λόγον τῷ ἑτοίμως κρίνοντι ζῶντας καὶ νεκρούς: [6] εἰς τοῦτο γὰρ καὶ νεκροῖς εὐηγγελίσθη ἵνα κριθῶσι μὲν κατὰ ἀνθρώπους σαρκὶ ζῶσι δὲ κατὰ θεὸν πνεύματι. [7]

Πάντων δὲ τὸ τέλος ἤγγικεν. σωφρονήσατε οὖν καὶ νήψατε εἰς προσευχάς: [8] πρὸ πάντων τὴν εἰς ἑαυτοὺς ἀγάπην ἐκτενῆ ἔχοντες, ὅτιἀγάπη καλύπτειπλῆθοςἁμαρτιῶν: [9]φιλόξενοι εἰς ἀλλήλους ἄνευ γογγυσμοῦ: [10] ἕκαστος καθὼς ἔλαβεν χάρισμα, εἰς ἑαυτοὺς αὐτὸ διακονοῦντες ὡς καλοὶ οἰκονόμοι ποικίλης χάριτος θεοῦ: [11] εἴ τις λαλεῖ, ὡς λόγιαθεοῦ: εἴ τις διακονεῖ, ὡς ἐξ ἰσχύος ἧς χορηγεῖ θεός: ἵνα ἐν πᾶσιν δοξάζηται θεὸς διὰ Ἰησοῦ Χριστοῦ, ἐστὶν δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων: ἀμήν. [12]

Ἀγαπητοί, μὴ ξενίζεσθε τῇ ἐν ὑμῖν πυρώσει πρὸς πειρασμὸν ὑμῖν γινομένῃ ὡς ξένου ὑμῖν συμβαίνοντος, [13] ἀλλὰ καθὸ κοινωνεῖτε τοῖς τοῦ Χριστοῦ παθήμασιν χαίρετε, ἵνα καὶ ἐν τῇ ἀποκαλύψει τῆς δόξης αὐτοῦ χαρῆτε ἀγαλλιώμενοι. [14] εἰὀνειδίζεσθεἐν ὀνόματιΧριστοῦ,” μακάριοι, ὅτι τὸ τῆς δόξης καὶτὸ τοῦ θεοῦ πνεῦμα ἐφ᾽ὑμᾶςἀναπαύεται.” [15] μὴ γάρ τις ὑμῶν πασχέτω ὡς φονεὺς κλέπτης κακοποιὸς ὡς ἀλλοτριεπίσκοπος: [16] εἰ δὲ ὡς Χριστιανός, μὴ αἰσχυνέσθω, δοξαζέτω δὲ τὸν θεὸν ἐν τῷ ὀνόματι τούτῳ. [17] ὅτι [ὁ] καιρὸς τοῦἄρξασθαιτὸ κρίμαἀπὸ τοῦ οἴκουτοῦ θεοῦ: εἰ δὲ πρῶτον ἀφ᾽ ἡμῶν, τί τὸ τέλος τῶν ἀπειθούντων τῷ τοῦ θεοῦ εὐαγγελίῳ; [18] καὶ εἰ” “δίκαιος μόλις σώζεται, [δὲ] ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ φανεῖται;” [19] ὥστε καὶ οἱ πάσχοντες κατὰ τὸ θέλημα τοῦ θεοῦ πιστῷ κτίστῃ παρατιθέσθωσαν τὰς ψυχὰς ἐν ἀγαθοποιίᾳ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Rainbow Missions, Inc., Rainbow Missions, Inc.; revision of the American Standard Version of 1901)
load focus Latin (Saint Jerome, Bible Foundation and On-Line Book Initiative)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: