Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[99]
πῶς οὖν μίαν γνώμην ἕξομεν, ὦ Ἀθηναῖοι; πῶς ὁμονοήσομεν1 ἅπαντες ὑπὲρ τῶν κοινῇ συμφερόντων, ὅταν οἱ ἡγεμόνες καὶ οἱ δημαγωγοὶ χρήματα λαμβάνοντες προϊῶνται τὰ τῆς πατρίδος συμφέροντα, καὶ ὑμεῖς μὲν καὶ ὁ δῆμος ἅπας κινδυνεύῃ περὶ τοῦ ἐδάφους τοῦ τῆς πόλεως καὶ τῶν ἱερῶν τῶν πατρῴων καὶ παίδων καὶ γυναικῶν, οἱ δὲ διηλλαγμένοι πρὸς αὐτοὺς ἐν μὲν ταῖς ἐκκλησίαις λοιδορῶνται καὶ προσκρούωσιν ἀλλήλοις ἐξεπίτηδες, ἰδίᾳ δὲ ταὐτὰ2 πράττωσιν ἐξαπατῶντες ὑμᾶς τοὺς ῥᾷστα πειθομένους τοῖς τούτων λόγοις;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.