Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[89]
ἔγραψεν αὐτὸς ἐν τῷ δήμῳ Δημοσθένης, ὡς δηλονότι δικαίου τοῦ πράγματος ὄντος, φυλάττειν Ἀλεξάνδρῳ τὰ εἰς τὴν Ἀττικὴν ἀφικόμενα μετὰ Ἁρπάλου χρήματα. οὕτως οὖν, ὦ ἄριστε, εἰπέ μοι, φυλάξομεν,1 ἐὰν σὺ μὲν εἴκοσι τάλαντα λαβὼν ἔχῃς ἰδίᾳ,2 ἕτερος δὲ πεντεκαίδεκα, Δημάδης δ᾽ ἑξακισχιλίους χρυσοῦ στατῆρας, ἕτεροι δ᾽ ὅσα δή ποτε ἀποπεφασμένοι εἰσί; τέτταρα3 γὰρ τάλαντ᾽ ἐστὶ καὶ ἑξήκοντα ἤδη εὑρημένα, ὧν οἴεσθε τὴν αἰτίαν τούτοις δεῖν4 ἀναθεῖναι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.