Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[55]
ἡ βουλή, ὦ ἄνδρες, ζητεῖ τὰ προσταχθένθ᾽ ὑφ᾽ ὑμῶν καὶ τὰ γεγενημένα παρ᾽ αὑτοῖς1 ἀδικήματ᾽ οὐχ ὡς ὑμεῖς — καί μοι μὴ ὀργισθῆτε — δικάζειν ἐνίοτε εἴθισθε, τῇ σῇ γνώμῃ πλέον ἢ τῷ δικαίῳ ἀπονέμοντες, ἀλλ᾽ ἁπλῶς τὸν ἔνοχον ὄντα τοῖς ζητουμένοις ἀποφαίνει2 καὶ τὸν ὁποιονοῦν ἠδικηκότα παρὰ3 τὰ πάτρια, νομίζουσα τὸν ἐν τοῖς μικροῖς συνεθιζόμενον ἀδικεῖν τοῦτον τὰ μεγάλα τῶν ἀδικημάτων εὐχερέστερον προσδέξεσθαι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.