Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[45]
περὶ τούτων οὖν μάρτυρας ὑμῖν δεῖ καλεῖν, ἢ περὶ τῶν ἄλλων ὅσους οὗτος γέγραφε προξένους εἶναι καὶ Ἀθηναίους; εἶτα,1 πρὸς τῆς Ἀθηνᾶς, οἴεσθ᾽ αὐτὸν ἀργύριον μὲν χαίρειν λαμβάνοντα, χρυσίου δ᾽ εἴκοσι τάλαντ᾽ οὐκ ἂν λαβεῖν; ἢ κατὰ μικρὸν μὲν δωροδοκεῖν, ἁθρόον δ᾽ οὐκ ἂν προσδέξασθαι τοσοῦτον λῆμμα; ἢ τὴν ἐξ Ἀρείου πάγου βουλὴν Δημοσθένην καὶ Δημάδην καὶ Κηφισοφῶντα ζητήσασαν ἓξ μῆνας ἀδίκως εἰς ὑμᾶς πεποιῆσθαι τὰς ἀποφάσεις;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.