Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[43]
εἴπατέ μοι πρὸς Διός, ὦ ἄνδρες, προῖκα τοῦτον οἴεσθε γράψαι Διφίλῳ τὴν ἐν πρυτανείῳ σίτησιν, καὶ τὴν εἰς τὴν ἀγορὰν ἀνατεθησομένην1 εἰκόνα; ἢ τὸ ποιῆσαι πολίτας ὑμετέρους2 Χαιρέφιλον καὶ Φείδωνα καὶ Πάμφιλον καὶ Φείδιππον,3 ἢ πάλιν Ἐπιγένην καὶ Κόνωνα τοὺς τραπεζίτας; ἢ τὸ χαλκοῦς ἐν ἀγορᾷ στῆσαι Βηρισάδην4 καὶ Σάτυρον καὶ Γόργιππον τοὺς ἐκ τοῦ Πόντου5 τυράννους, παρ᾽ ὧν αὐτῷ χίλιοι μέδιμνοι6 τοῦ ἐνιαυτοῦ πυρῶν ἀποστέλλονται τῷ οὐδ᾽ ὅποι7 καταφύγῃ αὐτίκα φήσοντι εἶναι;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.